Fragmenta in Acta et epistulas catholicas Unit 4 opening
Unit 4.
Lemma-led open — τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοί
Greek
τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ, μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός. Οὗτοι δὲ, ὡς ἄλογα ζῶα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιού μενοι μισθὸν ἀδικίας. Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, Ἄνθρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα νόμους ὤσπερ ἔχοντες, ὀλίγα κομιδῇ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν. Πρὸς τῷ ἀσεβεῖν, φησὶ, καὶ τὸν βίον ἅπαντα κατεφθαρμένον ... ἔδειξεν. Ἔθος τῇ θείᾳ Γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα [φ. θήρεια] πράγματα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν. Τοῦτο δὲ ποιεῖ, ἵνα ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν κινημάτων τῶν ἀνθρώπων, καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ἐὰν παραγγέλλῃ· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἢ καὶ ὅταν μεμφόμενος τοὺς οὕτω γενομένους λέγῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Καὶ ὁ Σωτὴρ τὸν Ἡρώδην ἀλώπεκα καλεῖ· καὶ τοῖς 74.1020 μαθηταῖς παρήγγειλεν· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις ἢ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ' ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ' αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. –Καὶ ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν [Cod.
About this text
Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.