Fragments on Acts and the Catholic Epistles · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; historia and theoria toward Christ.

Greek

Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ οἷόν τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα. Οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐσπαταλήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας. Καταπιανθέντες δὲ ὥσπερ ταῖς τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι· Μακροθυμήσατε οὖν, ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεται, φησὶν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων αὐτῶν τὴν μετάνοιαν, οὐχ ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἢ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας, ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδεχομένοις τοῦ Κυρίου. Ἅμα δὲ καὶ ὅρκων ἀπαγορεύει ἅπτεσθαι, καὶ 7 προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλῶν ἐπιστρεφόντων ὁ μισθός. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βεβαιοτέρα ὅρκου. Εἰ δέ τις ἀναιδὴς, μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ, τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὒ, ἀντὶ τοῦ ὅρκου. ∆ιὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. Οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπόστολός φησι. IN EPISTOLAM I B. PETRI. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλ λιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτη ρίαν ψυχῶν. Κυρίλλου. ∆εινὸν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, 74.1013 μέγιστον δὲ ἀγαθῶν ἡ πίστις, πρόξενος πάσης σωτηρίας καθεστῶσα. ∆ιότι περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν. Ἀλλ', Ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ

About this text

Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.