Fragments on 2 Corinthians · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Ὅτι ἕνεκεν σοῦ θανα"τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα "σφαγῆς." ΤΟΜΟΣ Γ ΛΟΓΟΣ Β. ∆ιὸ οὐκ ἐκκακοῦμεν, ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια φθείρεται, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἔξεστι τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν οὐκ ἀκόμψως, κοινὸν ὥσπερ ἅπασι τοῖς εὐσεβεῖν ᾑρημένοις προθέντας τὸ χρῆμα· "στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ 348 "τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ "ἀντίκειται ἀλλήλοις," κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν ὅτι πᾶσά πως ἀνάγκη, κατεφθαρμένης τρόπον τινὰ τῆς σαρκὸς, καὶ τῶν ἐν αὐτῇ κινημάτων ἠσθενηκότων, τότε δὴ μάλιστα μειζόνως ἐῤῥῶσθαι τὸ ἕτερον, τουτέστι τὸ φρόνημα τοῦ πνεύματος. αἰτίας ἀπόδοσιν καὶ οἷον ἀνάμνησιν προειρημένου τινὸς εἰσκομίζει τό ∆ιό. ἔφη τοίνυν Εἰ γὰρ "ἡμεῖς "οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ "ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν" ταῖς καρδίαις ἡμῶν, ταύτην ἔχοντες τὴν ἐλπίδα, φησὶ, καὶ τοῖς ἐσομένοις ἐπιγανύμενοι, οὐκ ἐκκακοῦμεν, τῆς μελλούσης δόξης προθεωροῦντες τὸ κάλλος, ἀλλὰ κἂν ἐπέλθοι θλίψις, φέρομεν γενναίως. εἰ γὰρ καὶ ὡς ἄνθρωποι ἀλγοῦμεν καὶ βλάβην τινὰ περὶ τὸ σῶμα ὑπομένωμεν, ἀλλ' οὐχ ἡττώμεθα τούτοις· ὁ γὰρ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται. καὶ κοινὸς μὲν ὁ λόγος. ὅταν τοίνυν τοῖς εἰς ἄσκησιν πόνοις ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τότε λοιπὸν ἀναγκαίως ὁ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. καὶ ἑτέρως γεμὴν τοῖς εἰρημένοις ἐπιβαλεῖς· ἐπειδὴ Ἰουδαίοις τε καὶ Ἕλλησι διεκήρυττον τὸν Ἰησοῦν,δεινοὺς καὶ ἀφορήτους ὑπομεμενήκασι διωγμοὺς, καὶ διέφθαρτο τοῖς εἰς τοῦτο πόνοις τὸ σῶμα αὐτῶν. ἀλλ' ὅσῳ μείζων ὁ πόνος, τοσούτῳ οἶμαί που παρέποιτο ἂν εἰκότως ἀμφιλαφεστέρα τῆς χάριτος ἡ ἀντέκτισις. 349 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ἐπιῤῥώννυσι τῶν ἀθλεῖν βουλομένων τὸν νοῦν, τοὺς μὲν ἀγῶνας εὐτελίζων, τοὺς δὲ στεφάνους ὑψῶν τῶν νενικηκότων, καὶ τὸ μὲν ἐλαφρὸν ἐπὶ τῶν θλίψεων τιθεὶς, τὸ δὲ βάρος ἐπὶ τῆς δόξης· τῶν γὰρ ἐν τῷδε τῷ βίῳ τὴν μεμετρημένην ἔφοδον διὰ τὸ πρόσκαιρον κἂν εἰ γένοιτο καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. ἀλλ' οὖν εἰς αἰώνιον βάρος δόξης ἐκβήσεσθαί φησιν, ἐπειδὴ πέρα λόγου τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά. διὸ οὐ δεῖ σκοπεῖν τὰ βλεπόμενα πρόσκαιρα ἀλλὰ τὰ μὴ βλεπόμενα αἰώνια. Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ κ.τ.λ. Ἐπίγειον ἡμῶν οἰκίαν τοῦ σκήνους, αὐτὸ περιφραστικῶς ὀνομάζει τὸ σκῆνος, ἤτοι τὸ σῶμα· γέγραπται γὰρ ἐν τῷ Ἰώβ "Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ "ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν." ἴσμεν οὖν ἄρα, φησὶν, ὡς καταλύσαντος τοῦ θανάτου τὴν ἐπίγειον ἡμῶν τοῦ σκήνους οἰκίαν, τουτέστι τὸ σῶμα, διαδέξεται καὶ οὐκ εἰς μακρὰν, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, οἰκητήριον τὸ ἐξ οὐρανοῦ, τουτέστιν ἡ ἀφθαρσία· ἄνωθεν δὲ αὐτὴν εἶναί φησι, πρῶτον μὲν ὅτι θεόσδοτον τὸ χρῆμά ἐστιν· εἶτα πρὸς τούτῳ διά τοι τὸ πάντας τοὺς τὴν ἄνωθεν οἰκοῦντας πόλιν, φημὶ δὴ τὰ τῶν ἁγίων ἀγγέλων συντάγματα, ἐν ἀφθάρτοις τε καὶ ἀνωλέθροις εἶναι σώμασιν· ἀπήλλακται γὰρ τῆς 350 γεώδους ταυτησὶ παχύτητος ἡ ἀγγέλων φύσις. οἰκοδομὴν τοιγαροῦν ἐκ Θεοῦ καὶ ἀχειροποίητον οἰκίαν καὶ μὴν καὶ αἰώνιον ὀνομάζει, τὴν ἀφθαρσίαν. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. ∆ιὰ τοῦτο στενάζομεν ὡς καταβαρυνόμενοι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ ἄνωθεν 12

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.