Fragments on 2 Corinthians · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; historia and theoria toward Christ.

Greek

ἀσαφὴς ὁ λόγος, ἁπλοῦς δὲ μᾶλλον καὶ ἀληθὴς, πληρο 323 φορεῖ λέγων Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ· τουτέστιν οὐκ αὐτὸς ἑαυτῷ μαχόμενος καὶ νενοσηκὼς τὸ ἀσύμβατον, ποτὲ μὲν τοῦτο ἐπαινεῖν, ποτὲ δὲ ψέγειν, ἀλλ' ἀληθεύων ἐν τῷ κηρύγματι· πιστὸς οὖν ἐστιν ὁ Θεὸς, τουτέστιν ἀψευδής τε καὶ ἀληθής. Ἑλλήνων οἱ λογάδες περὶ τῶν παρ' αὐτοῖς ὑπειλημμένων θεῶν δοξάσουσι διαφόρως, ναί τε καὶ οὔ λέγοντες· οὐ γάρ ἐστι παρ' αὐτοῖς ἡ ἀλήθεια ἀλλὰ μᾶλλον τὸ ψεῦδος· διὸ καὶ διαφόροις σαλεύονται δόξαις· ὁ δὲ ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸς τοῦ πάντα ἰσχύοντος Θεοῦ, πῶς ἂν γένοιτο ναὶ καὶ οὔ; .... ἀναγκαίως δὲ καὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ· πᾶς γὰρ ἐπ' αὐτῷ λόγος ἀληθὴς διὰ τῆς τῶν θεηγόρων γέγονε φωνῆς. καὶ ὅσαι δή φησιν ἐπαγγελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, τουτέστι φιλοτιμίαν τε καὶ ὑπόσχεσιν ἅπασαν ἐν αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐσχήκαμεν· καὶ τοῦτο ἐν τῷ Ναὶ, τουτέστιν ἐν ἀληθείᾳ· ἥκει γὰρ ταῦτα πρὸς πέρας διὰ Χριστοῦ· "κατεπόθη γὰρ ὁ "θάνατος εἰς νῖκος," καὶ τὸ τῆς φθορᾶς κατεσείσθη κράτος, παύσεται δὲ καὶ τὸ ἄναλκι καὶ πρὸς τούτοις ἡ ἀτιμία· καθὰ ἔφη καὶ ὁ σοφώτατος Παῦλος καὶ ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἀποδεδείγμεθα δὲ καὶ αὐτῆς τῆς τῶν ἁγίων βασιλείας κληρονόμοι καὶ μέτοχοι· ἐρεῖ γὰρ ἡμῖν αὐτὸς ἐπὶ τοῦ θείου βήματος ὁ ἐν ᾧ τὸ ναί "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός "μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν "ἀπὸ καταβολῆς κόσμου." οἰκέται μὲν γὰρ ἡμεῖς τό γε ἧκον εἰς τὴν φύσιν· ἀλλ' ἀπὸ δούλων εἰς ἐλεύθερον ἐκλήθημεν ἀξίωμα δι' αὐτοῦ, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ δουλεύειν τῷ διαβόλῳ ἀπαλλάγημεν. πᾶσα τοίνυν ἐπαγγελία 324 τοῦ Θεοῦ διὰ Χριστοῦ μόνον ἔχουσα τὸ ναί· ἀπαράδεκτον δὲ παντελῶς τὸ οὔ· ὅπερ ἐστὶν ἡ ἄρνησις· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. προσαποδείκνυσι δὲ καὶ τοῦτον ἑνικῶς ὅτι κατὰ φύσιν ἐστὶ Θεός· εἰ γὰρ οὐκ ἂν διαψεύσαιτο τὰς ἐπαγγελίας, ἀποπερανεῖ δὲ μᾶλλον τοῖς ἁγίοις αὐτὰς, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἀγαθὰ διανέμοντος, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, ὁ ἐν ᾧ "πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον" οὐ διεψευσμένως; Ὅτι δέ ἐστιν ἀψευδὴς ὁ λόγος, προσεμπεδοῖ λέγων ∆ιὸ καὶ δι' αὐτοῦ τῷ Θεῷ τὸ ἀμὴν πρὸς δόξαν δι' ἡμῶν· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ὁ μεσίτης, ὁ δι' οὗ καὶ μόνου προσιτὸς ὁ Πατὴρ, ὁ ἐν ᾧ πᾶσα δόσις πνευματικὴ, δι' αὐτοῦ δὴ πάντως καὶ πᾶν ἔσται πέρας εὐχῆς· καὶ τοῦτό ἐστι τὸ ἀμήν· καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Υἱὸς πεπαιδαγώγηκε λέγων τοῖς ἁγίοις ἀποστόλοις "Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε "οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα, "δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν "ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν "ᾖ πεπληρωμένη." δι' αὐτοῦ μὲν οὖν τὸ ἀμὴν τῷ Θεῷ Πατρὶ πρὸς 2 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ μακαρίου προφητεύοντος Ἰακώβ "Ἰούδα, σὲ αἰνέσαισαν οἱ "ἀδελφοί σου·" ἀνέφυ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος "Εἶδον "τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ 325 "ἐπηρμένου," περιεστηκότα δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ὅτι δὲ αὐτὸν τεθέαται τὸν Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ Ἰωάννης "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.