Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.
Greek
πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν, περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον τὴν καθ' ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί τινες καὶ πνευματικοί; γέγραπται γὰρ ὅτι "ψυχικὸς ἄνθρω"πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ 313 "αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς "δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται." ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων ἐμπεδοῦν, προσεπάγει καί φησιν Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν, ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν ἐπιθυμιῶν· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαί τε καὶ τετραμμέναι πάθη, κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον, ἀλλ' οὖν εἶεν ἂν κατά γε τὸ ἀληθὲς σαρκικῆς ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν. οἷον δή τι φημί "Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·" ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ τοῦ πάντων δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστᾶσα τὸ ζῷον εἰς παιδοποιΐας ἔφεσιν· εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον "Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν·" καὶ ὁ πλάσας δὲ, φησὶν, ἐν ἀρχῇ, "ἄρσεν καὶ θῆλυ ἐποίησεν "αὐτούς." οὐκοῦν ἀκαταιτίατος μὲν ἡ εἰς μόνον ὁρῶσα παιδοποιΐαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ δρωμένου φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων 26 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμα γέγονε ζωοποιοῦν· ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς κατὰ φύσιν Θεὸς Λόγος, οὐ τὴν καθ' ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θεῖάν τινα καὶ θεοπρεπῆ καὶ ἀμώμητον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀνέπαφον μὲν ἡδοναῖς ἐκτόποις ἔχων τὸν νοῦν, ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ ὁρᾶται μετεσχηκὼς τροφῆς καὶ ποτοῦ, διά τοι τὸ πιστεύεσθαι κατὰ ἀλήθειαν εἶναι ἄνθρωπος καθ' ἡμᾶς, ἀλλ' οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν· ἦν μὲν γὰρ ἐν σαρκὶ δι' ἡμᾶς οἰκονομικῶς, ὑπὲρ σάρκα δὲ πάλιν· πνεῦμα γὰρ ἦν ζωοποιὸν ὡς Θεός· ὁ 314 δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο· πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. Ὅτι τοίνυν ὁ ψυχικὸς
About this text
Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.