Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
ἁμαρτίας ἀμείνους, καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον. Παραδεδωκέναι φησὶν αὐτοῖς οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς καὶ ἀβασανίστως εἰσδεδεγμένον, ἀλλ' εὐαγγέλιον ὃ παρέλαβεν, ἐνιέντος αὐτῷ τὴν γνῶσιν τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος· ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ εὐαγγελίου "Οὐδὲ "γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, "ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ." εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς, πῶς οὐκ ἀληθὲς τὸ δι' αὐτοῦ κηρυσσόμενον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, δηλονότι τῆς τε παλαιᾶς καὶ νέας; πολ 298 λοὶ γὰρ λίαν οἵ τε τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως μάρτυρες· εἶναι λοιπὸν κατ' οὐδένα τρόπον ἐνδοίαστον τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν κατὰ σάρκα Χριστὸν Ἰησοῦν, ἵν' ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἐγηγέρθαι τε αὖ πατοῦντα τὸν θάνατον, ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν. ἀναγκαίως δὲ εἰς τὸ παρὸν οὐ τεθνάναι μόνον, ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν· πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ ἀλήθειαν ὁ Ἐμμανουὴλ, τέθειται ἐν μνημείῳ· πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως· διὰ μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε σὰρξ, καίτοι Θεὸς ὢν ὁ Λόγος· διὰ δὲ τοῦ πατῆσαι τὸν θάνατον, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων. πλὴν οὐκ ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐδὲ τό τινος ἁπλῶς, σῶμα δὲ μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται, ἵνα καὶ τὸ τῆς ἀναστάσεως ἀγαθὸν ὑπὲρ ἡμῶν ἀληθῶς γεγονὸς εὑρεθῇ· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πατοῦσα τὸν θάνατον· οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι λεγόμεθα, συγκαθίσαι τε καὶ "ἐν τοῖς ἐπουρανίοις." οὐκοῦν ἐγηγέρθαι μέν φησι κατὰ τὰς γραφὰς, ὦφθαι δὲ τοῖς ἁγίοις ἀποστόλοις, ἀνὰ μέρος τε τισὶν ὡς ἐξειλεγμένοις, καὶ μὴν καὶ κατὰ πληθύν· ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν ἀποστόλων. μετριάζει δὲ σφόδρα, διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται, πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ κεκλῆσθαι πρὸς ἀποστολήν· ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, οὔτε τοῖς ἀρχαίοις ἁγίοις ἠγνοημένον· προείρηται γάρ· οὔτε μὴν τοῖς 299 ἐξειλεγμένοις εἰς ἀποστολὴν οἳ καὶ "αὐτόπται καὶ ὑπηρέται "γεγόνασι τοῦ λόγου." Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Καταπλήττεται τῶν οὐκ οἶδ' ὅπως ἀναπεπεισμένων ταῖς ἱεραῖς τε καὶ θείαις ἀντιφέρεσθαι γραφαῖς, καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων· εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς οὐχ ἵνα μένῃ νεκρὸς, ἀλλ' ἵνα κρείττων θανάτου καὶ φθορᾶς εὑρεθεὶς, ὁδὸς ὥσπερ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου γένηται φύσει πρός τε τὸ δύνασθαι καταθλεῖν τῆς φθορᾶς καὶ παλινδρομῆσαι πρὸς ζωὴν, πῶς, ἐγηγερμένου τοῦ δι' ἡμᾶς ἐν νεκροῖς ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν, τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι τοὺς δι' οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ; τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας; εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ λεῖπον αὐτῇ, καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν ἂν, καὶ μάλα εἰκότως, οἷόν περ ἂν νοοῖτο πρωτότοκος. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος "Εἰ γὰρ 20
About this text
Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.