Fragments on 1 Corinthians · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; historia and theoria toward Christ.

Greek

ἡμῖν ἓν "ὦσιν." Μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, αὐτοῦ καὶ λεγώμεθα· καὶ εἰ βεβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέρου κλῆσιν, ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραψώμεθα σωτῆρα καὶ λυτρωτήν· εἰ δέ "Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν "ἡμῶν," καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα "διὰ τοῦ βαπ"τίσματος εἰς τὸν θάνατον," πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτός· σεσώσμεθα γὰρ δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν. 252 Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι. Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἀλλ' ἔργον εἶναί φαμεν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ' οὖν ἕλοιτο, καὶ τὸ βαπτίσαι τινάς. ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πᾶσι τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾶν, εὐηγγελίζετο μᾶλλον αὐτὸς, ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ Χριστοῦ μυστήριον· ἀλλ' ὥσπερ ὁ θεσπέσιος Στέφανος, καίτοι τραπεζῶν διάκονον προχειρισάμενος, οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦλος καίτοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μυστήριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος χρείαν, προκειμένης ἐπ' ἄμφω τῆς ἐξουσίας αὐτῷ, καὶ ἐξείργοντος οὐδενὸς εἴπερ ἕλοιτο τοῦτο δρᾶν. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Τοῖς μὲν μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ κοσμικῇ καὶ τὴν πίστιν οὐ προσιεμένοις, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, μωρία τὸ εὐαγγέλιον· ἡμῖν δὲ οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ· διατεθείμεθα γὰρ ὅτι δύναμις Θεοῦ ἐστι, καὶ σωτηρίας ὁδὸς ἀποφέρουσα πρὸς ἁγιασμὸν, καὶ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγοῦσα σοφῶς δαψιλῶν κηρυγμάτων. οἶμαι δὲ ἔγωγε σοφοὺς νῦν αὐτὸν ἀποκαλεῖν τοὺς ῥήτορας, οἳ τῇ τῶν λόγων δεινότητι τὸ πιθανὸν ἀεὶ τῷ ψεύδει συμπλέκοντες, τῆς ἀληθείας αὐτῷ τὴν δόκησιν περιποιεῖν ἐσπούδαζον· γραμματέας δὲ οἶμαι τοὺς γραμματιστὰς ἤτοι γραμματικοὺς, οἷς ἦν ἔθος τὰς τῶν ποιητῶν περιεργάζεσθαι συγγραφὰς καὶ διερμηνεύειν τοῖς νέοις· συζητητὰς δέ φησι τοὺς λογομαχεῖν εἰωθότας καὶ ἀκριβείᾳ δῆθεν τῶν πραγμά 253 των βασανιστὰς, οἳ ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν, ὡς ἑνὶ τὸ ἐφ' ἑκάστῳ τῶν προκειμένων ἀδιαβλήτως ἔχειν δοκοῦν, ζητεῖν ὑποκρίνονται τὴν ἀλήθειαν, ἀλλ' οὔτι πω ὀρθῶς, μᾶλλον δὲ εἰς ἅπαν ἠμελημένως· ἠγνοήκασι γὰρ τὸν τῶν ὅλων Θεὸν, ὃς τόδε τὸ σύμπαν ἀποῤῥήτοις ἐνεργείαις ἀπονητὶ διεπήξατο, καὶ παρήνεγκεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα πάντα, κατανεύσας μόνον· μεμώραται τοίνυν ἀληθῶς ἡ τοῦ κόσμου σοφία. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρωπίνην ὀνομάζει σύνεσιν καὶ τὴν εὐγλωττίαν, ἤτοι αὐτὸ τὸ τῆς λέξεως ἀνθηρόν· ἵνα διδάξῃ ὅτι νοῦ ποιητὴς ὁ Θεὸς καὶ φρονήσεως χορηγὸς καὶ εὐγλωττίας, καὶ εἴ τινες αὐτοῖς ἐχρήσαντο ἐφ' ἃ μὴ προσῆκεν· μωρίαν δὲ τοῦ κηρύγματος, τῶν λέξεων τὴν ἁπλότητα λέγει· ἰδιῶται μὲν γὰρ τῷ λόγῳ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πλούσιοι δὲ τῇ γνώσει. Ἐπειδὴ καὶ ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ ἕλληνες σοφίαν ζητοῦσι. Κατ' ἄμφω ἀληθὴς ὁ τοῦ Παύλου λόγος· ἐξελαύνοντος γάρ ποτε τοῦ Χριστοῦ τῶν ἱερῶν περιβόλων τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς, 2 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος "Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου "οἶκον ἐμπορίου," ἀντεφέροντο λέγοντες "Τί σημεῖον δεικ"νύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;" καί "Τίς ἔδωκέν σοι τὴν "ἐξουσίαν ταύτην;" προσῄεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπίδειξιν φιλοκακούργως λέγοντες "∆ιδάσκαλε θέλομεν

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.