Logos 29 rem mid
Rem mid: Logos 29; lemma continues; spiritual reading with the letter.
Greek
λείαν τοῦ Θεοῦ τῶν οὐρανῶν." Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· "Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον." Καὶ πάλιν, "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰ δότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." βʹ. Καὶ πρός γε τοῦτο ἴσως ἐρεῖς· Εἰ μηδὲν ἦν ὅλως ἀπόνασθαι τοῦ νόμου, εἰ τοῖς ἁμαρτίαις ἐνειλημμέ νοις ἀσυντελὲς εἰς ἅπαν εἰς διακάθαρσιν τὸ τοῖς ἀρ χαίοις ἐνιζῆσαι γράμμασι, τί καὶ ὅλως δέδοται τὴν ἀρχήν; Πρὸς δὴ τὰ τοιάδε φαμὲν, ὅτι διηκονήθη μὲν δι' ἀγγέλων μεσολαβοῦντος Μωσέως ὁ ἐν γράμμασι νόμος. Εἰκὼν δὲ τῆς ἀληθείας ἦν καὶ οἱονεί τις με ταμόρφωσις εὐσεβείας διὰ τύπου καὶ σκιᾶς ἀποφέ ρουσα πρὸς αὐτήν. Γράφει οὖν ὁ ἱερώτατος Παῦλος· "Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χρι στόν." Εὕρημα δὲ καὶ τοῦτο σοφίας τῆς ἄνωθεν, καὶ θεοπρεποῦς εὐτεχνίας ἐπίδειξις ἦν. Ὥσπερ γὰρ οἱ χαλκουργικῆς ἐπιστήμης ἐν καλῷ γενέσθαι σπουδά ζοντες, τὴν ἑαυτῶν διαγυμνάζουσι χεῖρα, καὶ οὐκ ἐκ πρώτων εὐθὺς ἐπιχειρημάτων τῆς ἀναγκαίας ὕλης ἁπτόμενοι, κηρῷ δὲ μᾶλλον ἐμμελετῶντες τὴν τέ χνην, καὶ τὰ τῶν σκευῶν σχήματα διαπλάττοντες· οὕτω φαμὲν τοῖς τῆς ἀληθείας τύποις πεπαιδαγωγῆ σθαι τὸν Ἰσραὴλ, ὡς πρὸς αὔξην ἰέναι κατὰ βραχὺ τοῦ τελέως ἀγαθοῦ. Τοῦτο δὲ ἦν τῆς ἐν Χριστῷ πο λιτείας ἡ δύναμις, ἡ διά γε, φημὶ, τῶν εὐαγγελικῶν θεσπισμάτων κεκηρυγμένη. Προσεποίσειε δ' ἄν τις ὀρθοεπεῖν ᾑρημένοις, οὐκ ἀγενῆ τρόπον ἀπολογίας ἕτερον, τοῦ μὴ ἐν ἀρχαῖς τὴν διὰ πίστεως δεδόσθαι χάριν τοῖς ἀνὰν πᾶσα τὴν γῆν, προεισελάσαι δὲ μᾶλ λον καὶ προεισβαλεῖν ἀναγκαίως τὴν διὰ Μωσέως ἐντολήν. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κεκρά τηκεν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. Ὠμὸς γὰρ ἡμῖν ἐπέκειτο τύραννος τοῖς τῆς σαρκικῆς φιληδονίας τέλ μασιν ἐνιεὶς, καὶ εἰς πᾶν εἶδος φαυλότητος κατακο μίζων εὐσθενῶς τὸ ἐν ἑκάστῳ θέλημα. Καὶ οὐκ ἦν ἀπολύσασθαι τῆς ἐκείνου πλεονεξίας τὸν ζυγόν. Ἔδει δὴ οὖν, ἔδει τοῖς ἐπὶ τῆς γῆς, πλείστης τε ὅσης καὶ ἀπαραβλήτου λοιπὸν ἡμερότητος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ δικαιούσης τὸν εὐσεβῆ, κολάσεώς τε καὶ δίκης ἔξω τιθείσης αὐτόν. Ἔδει τοῖς ἐντετηγμέ νον καὶ δυσαπόνιπτον ἔχουσι τὸν ἐκ φαυλότητος ῥύ πον, τὴν διὰ τῆς εἰς Χριστὸν πίστεως ἀναλάμψαι χάριν· Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διαφυγεῖν καὶ τῆς ἁμαρτίας τοὺς βρόχους, καὶ τῆς τοῦ διαβόλου 77.965 τυραννίδος τὸ ἀπηνές. Ἵνα τῆς διὰ Χριστοῦ χάριτος καὶ φιλοτιμίας μὴ ἀγνοῆτε τὸ μέγεθος, προεισεκο μίσθη νόμος, δικαιῶν μὲν οὐδένα παντελῶς, ἐλέγχων δὲ μᾶλλον τὸν τὸ τηνικάδε τὸ ἄῤῥωστον. Ἦν οὖν ἔλεγχος ἁμαρτίας, ἐπαράτους ἀποφαίνων τοὺς ἁμαρ τάνοντας. Γέγραπται γὰρ, ὅτι "Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά." Ὅτι δὲ οἷς ἔφην, ἕψεται πάντως τὸ ἀληθὲς, πιστώσεται πάλιν ὁ ἱερώτατος Παῦλος. Γέγραφε γὰρ, "Ὅτι ὁ νόμος, τῶν παραβάσεων χάριν ἐτέθη." Καὶ πάλιν, "Νό μος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα." Ἀσθενούντων γὰρ τῶν ὑπὸ τὸν νόμον, καὶ πλημμε λούντων ἀεὶ, πεπλεόνακε τὸ παράπτωμα. Ἐλέγχον τος τοιγαροῦν τοῦ νόμου τῶν ὑπ' αὐτῷ τὴν ἀσθένειαν, λοιπὸν ἐδέησεν ἀναγκαίως τοῖς ἐπὶ τῆς γῆς τοῦ δι καιοῦντος ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων νόμου· Χριστὸς δὲ οὗτος ἦν, περὶ οὗ γέγραπται· "Ἔτι μικρὸν, ἕτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Θυσίαν μὲν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησεν ὁ τῶν ὅλων Θεός. Ὁλο καυτώματα δὲ καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησεν," ἐπειδὴ δὲ, ὡς αὐτὸς ἔφη Χριστὸς, "Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." γʹ. Ταῦτα διδάσκων ἐν συναγωγαῖς διετέλει, προσ επάγων τοῖς λόγοις τὰς θεοσημείας, καὶ τὰ μόνῃ πρέποντα τῇ ὑπὲρ πάντα φύσει, ταῦτα κατορθῶν καὶ λίαν ἀμογητὶ, μᾶλλον δὲ πανσθενεστάτῳ νεύματι. Ἕργον γὰρ ἦν αὐτῷ καὶ τὸ ἐθελῆσαι μόνον. Σκληρὰν δὲ καὶ ἀκαρπῆ τὴν διάνο
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.