Festal Letters (Paschal Homilies) · §logos29-open

Festal Letters Logos 29 opening

Logos 29.

Paschal Logos 29: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΘʹ. Προθεωρία. Συντέθειται καὶ νῦν ἡμῖν ὁ λόγος, οὐκ εἰς θήραν ὁρῶσιν ἐπαίνου καὶ κρότων, ἀλλ' εἴς γε τὸ δεῖν ἐνεργάσασθαί τι τῶν ὀνησιφόρων ταῖς τῶν ἀκροω μένων ψυχαῖς. Ἁμαρτάνοντι δὲ καὶ καλλιεπείας τῆς ἄγαν, μὴ ἀκριβεῖς ἐξετασταὶ γενήσεσθε μᾶλλον, ἀλλὰ συγγνώμονες. Οὐ γὰρ ταῖς τῶν ῥητόρων εὐκομ πίαις, ἀλλ' οἷς ἐκκλησιαστικοῖς ὑμᾶς λαχάνοις ἑστιᾶ ται. αʹ. Ἰδοὺ δὴ πάλιν ὁ τῆς ἁγίας ἑορτῆς ἡμῶν ἀν ίσχει καιρὸς, θυμηδίας ἁπάσης ἀναπιμπλὰς τὰς τῶν φιλαρέτων ψυχὰς, καὶ ὄκνον μὲν τὸν ἐπ' ἀγαθοῖς σπουδάσμασιν ἐκ μέσου τιθεὶς, διαναστὰς δὲ πρὸς φιλεργίαν τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις, ἃ καὶ τοῖς ἱεροῖς συμβαίνει νόμοις, καὶ ταῖς ἄνωθεν καὶ παρὰ Θεοῦ ψήφοις ὁμολογοῦσαν ἔχει τὴν ἔκβασιν, καὶ πρὸς εὐκλείας ἔσται πολλῆς τοῖς κατορθοῦν ᾑρη μένοις. Οὐκοῦν καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." τὴν ἁγίαν δηλονότι καὶ πάναγνον ἑορτὴν, ἢν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ πληροῦν εἰθίσμεθα. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, "Τὸ Πάσχα ἡμῶν ἐτύθη Χρι στὸς," –"ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Φίλον μὲν οὖν ἀεί πως τοῖς ἑορτάζουσί τε εὐειματεῖν καὶ καταφαιδρύνεσθαι τὴν ἀμφίεσιν. Ἐοικέναι γάρ πως ταυτὶ τῷ καιρῷ φαῖεν ἂν ἴσως τινές. Οἶμαι δὲ δεῖν οὐχὶ δήπου μόνον ἐπιτηδεύεσθαι παρ' ἡμῶν τὸ τοῖς θύραθεν ὡραϊσμοῖς κατακαλ[λ]ύ νεσθαι φιλεῖν, ἐν παντὶ δὲ μᾶλλον ποιεῖσθαι λόγῳ τῶν ἐν τῇ ψυχῇ μολυσμῶν τὴν ἀπεμπολήν. Ταυτὶ γὰρ ἡμᾶς καθαροὺς καὶ διεσμηγμένους παρίστησι Χριστῷ, τῇ παρ' αὐτοῦ χάριτι διαπρέποντας, κόσμη μά τε καὶ οἷον ἄμφιον ἁγιοπρεπὲς καταπλουτοῦν τας αὐτόν. Γέγραφε γὰρ οὑτωσὶν ὁ πάνσοφος Παῦ λος, "Ἐνδύσασθε, λέγων, τὸν Κύριον Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν." Τοῦτον ἡμᾶς τὸν τρόπον ἐσκευασμένους, ἐγγὺς εἶναι θέλειν τοῦ παναγάθου Θεοῦ, τὸ ἀπεικὸς οὐδέν. "Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος." Οὐκοῦν, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἑορτάζωμεν, "μὴ ἐν ζύμῃ παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·" τουτ έστιν, ἐν ὀρθότητι καὶ ἀκριβείᾳ πίστεως, προσ ηνεγμένης αὐτῇ δηλονότι καὶ τῆς ἐξ ἔργων φαιδρό τητος. Ταυτὶ γὰρ ὑμῖν ἐνυπάρχοντα, καὶ τῆς εἰς λῆξιν εὐθείας περιποιήσει τὴν μέθεξιν, καὶ εἰς τὸν τῶν ἁγίων ἀναβιβάσῃ κλῆρον, τοὺς οἵπερ ἂν εἶεν τῆς ἐκείνων εὐζωΐας ἄριστοι μιμηταί. Φέρε γὰρ 77.960 ἐκεῖνο καθ' ἑαυτοὺς ἐννοήσωμεν, πηνίκα τε καὶ ὅπως τελεῖσθαι δεῖν τὸν ἐπὶ τὸ Πάσχα νόμον προστέταχεν ὁ Μωσῆς, ἤγουν δι' ἐκείνου Θεὸς, μηνὶ καθ' Ἑβραίους τῷ πρώτῳ, καὶ ἠρινοῦ ἐγγελῶντος καιροῦ, ὅτε φυλ λάδι νέᾳ καὶ ἀρτιφανεῖ τὰ ἐν δρυμοῖς καὶ κήποις στεφανοῦται φυτὰ, καὶ καρπῶν ἀπόδοσιν ἐπαγγέλ λεται, χλοηφορεῖ δὲ σύμπαν πεδίον, καὶ κομᾷ μὲν ληΐοις ἡ ἀρόσιμος γῆ, πολυτρόποις δὲ χρωμάτων ἰδέαις καταποικίλλεται τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀμνοὶ δὲ μητέρας περισκέρουσιν ἁπαλοὶ, ἡδύ τι καὶ τρυφερὸν βληχώμενοι. Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, εὐανθῆ μὲν ἅπασαν ὁρᾶσθαι τὴν γῆν, ἐν ἀκαρπίᾳ δὲ τῇ πνευματικῇ τὸ θεοειδὲς ἐπὶ γῆς καὶ ἐξαίρετον ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸ κατηφές; Οὐκ οῦν, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, "ὄγκον ἀπο θέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα," μὴ τοῖς ἱδρῶσιν ἐπιστυγνάζοντες, ἀλλὰ τῶν ἐντεῦ θεν ἐφιέμενοι γερῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀφιλ εργεῖν ἐθέλοντας, ἐφικέσθαι τινὸς ἀγαθοῦ καὶ ἀξιαγάστου πράγματος. Ὄκνῳ δέ τις πεδήσας τὸν νοῦν, πῶς ἂν γένοιτο σεπτὸς, ἤγουν τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις οἷά τινα στέφανον ἀναδήσεται ψῆφον; Ἄκουε δὲ λέγοντος τοῦ Παροιμιαστοῦ· "Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδηγὸς ἡ πενία." Καταθήγει δὲ καὶ ἑτέρως εἰς ἔφεσιν ἀρετῆς, τὰ τῶν ζωϋφίων μικρά τε καὶ εὐτελῆ πρὸς παράδειγμα λαβών. "Ἴθι γὰρ, ἔφη, πρὸς τὸν μύρμηκα, ὀκνηρέ. Ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὲν ὑπάρχοντος, μήτε ὑπὸ δεσπότην ὢν, μήτε τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν." Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ἐργάτης ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖ ται. Ποθεινὴ δέ ἐστι πᾶσα καὶ ἐπίδοξος. Οὐκοῦν ἀξ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.