Logos 27 rem mid
Rem mid: Logos 27; lemma continues; spiritual reading with the letter.
Greek
έρων αὐτὴν, εἰς τὸν τῶν ἁγίων ἀναβιβάζει κλῆρον. Φησὶ γάρ· "Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι." Ἔστω τοίνυν ἐφ' ἡμῖν φιλοικτίρμων ὁ νοῦς, τρυφερὸς καὶ εὐάντητος· ἵνα μὴ σκληροὶ γεγονότες εἰς ἀδελφοὺς, ἀκούσωμεν Θεοῦ λέγοντος ἐπὶ τοῦ φοβερωτάτου βήματος· "∆οῦλε πονηρὲ, οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, καθὼς κἀγώ σε ἠλέησα;" Κατακτησώμεθα δὲ πρὸς τούτῳ, καὶ τὰς ἑτέρας ἀρετὰς, δικαιοσύνην, ἐγκρά τειαν, πραότητα, ταπεινοφροσύνην, ἀνεξικακίαν, ἀοργησίαν. Ὅνπερ γὰρ τρόπον οἱ τὰς ἐν τοῖς πίναξιν ἐξησκημένοι γραφὰς, ταῖς τῶν χρωμάτων πολυει δείαις καταμορφούμενοι τὰ ποικίλλοντα, διαφανὲς αὐτοῖς ἐνσημαίνονται κάλλος· οὕτω καὶ πᾶς εἴ τίς ἐστι τεχνίτης εἰς εὐσέβειαν, οὐ διὰ μιᾶς ἀρετῆς, ἀλλὰ διὰ πλείστων ὅσων ἐξωραϊσμένος, ἀρέσει δὴ πάντως τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ὁρᾷ γὰρ εἰς νοῦν καὶ καρδίαν, καὶ τῶν ἐν ψυχαῖς ἀνδραγαθημά των τὸ κάλλος περιεργάζεται. δʹ. Καὶ ταῦτα νυνὶ διειλέγμεθα πρὸς ὑμᾶς, καθάπερ ἀπὸ πηγῶν τῶν θείων τε καὶ εὐαγγελικῶν ἀρυσάμε νοι θεσπισμάτων, δι' ὧν εὖ μάλα πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καί τοι πάλαι τοῖς τῆς φαυλότητος τέλμασιν ὁλοτρόπως ἐμβεβηκότες, καὶ ταῖς τῶν παθῶν προσβολαῖς τυ ραννούμενοι. "Οὐ γὰρ ἦν ἐν ἡμῖν ὁ ποιῶν χρηστό τητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν," κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὕτω πεπραχότας ἀθλίως, κατηλέησεν ὁ ∆ημιουργὸς ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ οὐκ εἰς κενὸν ποιήσας τὴν γῆν, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλ' ἵνα ἔχῃ τοὺς οἰκοῦντας αὐτήν. Ἠλέησε δὲ τίνα τρόπον, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατρά σιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμε ρῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κλη ρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γε νόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐ 77.937 τοὺς κεκληρονόμηκεν ὅνομα." Ὁ γὰρ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος, ἡ εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, ὁ σύνθρονος καὶ συναΐδιος Υἱὸς, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι καὶ ὁμοιότητι διαπρέπων, γέγονε σὰρξ, τουτέστι, τέλειος ἄνθρωπος· καὶ οὐ μεθεὶς ὅπερ ἦν (ἀμήχανον γάρ· ἔνεστι γὰρ αὐτῷ φυσικῶς τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν), ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, ὁ κατὰ φύσιν καὶ ἀληθῶς ἐλεύθερος, ἅτε δὴ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐκπεφυκὼς, ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος (ὑποκάθηται γὰρ τὴν τοῦ ποιήσαντος δόξαν τὰ ἐξ οὐκ ὄντων ἐνηνεγμένα πρὸς τὸ εἶναί τε καὶ ὑφεστά ναι), ἄνθρωπος γεγονὼς, καὶ οὐκ εἰς ἄνθρωπον ἐλ θὼν, ἤγουν ἄνθρωπον ἑαυτῷ συνάψας, κατὰ τήν τινων εἰκαιοβουλίαν, οὐδεὶς ἧττον ἦν, ὡς ἔφην, ἐν ταῖς τῆς ἰδίας θεότητος ὑπεροχαῖς· πλὴν συναν εστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς εἷς ἐξ ἡμῶν· οὐ γὰρ ἦν δύνασθαί τινα γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότη τος δόξῃ προσβαλεῖν. "Οὐδεὶς γὰρ ὄψεται, φησὶν, [ἰδεῖν] τὸ πρόσωπόν μου καὶ ζήσεται." Εἰ γὰρ τῆς ἡλίου βολῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἄν τις λάβοι τὸ σέλας (ἐγκόπτεται γὰρ ἡ τῆς ὀπτικῆς αἰ σθήσεως δύναμις, καὶ παραχωρεῖ τὸ νικᾷν ταῖς τοῦ φωτὸς ἀφορήτοις ἐμβολαῖς), πῶς ἦν ἐνεγκεῖν γυμνῇ πρὸς ἡμᾶς ἀφιγμένον τῇ τῆς θεότητος δόξῃ τὸν Υἱόν; Οὐκοῦν περιστείλας εὖ μάλα, καὶ ὡς οἶδεν αὐτὸς, τῆς ἐνούσης αὐτῷ λαμπρότητος τὸ ἀπρόσιτον φῶς, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, συνεπτώχευσεν ἡμῖν, ἵνα θεσμοῖς ἰδίοις ὑπενεγκὼν, εὐθὺ μὲν ἁπά σης ἀρετῆς ἀναπείσῃ τρέχειν, ἀπονιψαμένους δὲ τῇ παρ' αὐτοῦ χάριτι τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους, ἑαυτῷ συνάψῃ δι' ἁγιασμοῦ. Νενομοθέτηκεν γοῦν, οὐ καθὰ τοῖς πάλαι Μωσῆς, τὰ ἐν τύποις καὶ σκιαῖς· μεταπλάττων δὲ μᾶλλον ἐκεῖνα πρὸς τὸ ἐναρ γέστερον, καὶ μεθιστὰς εἰς ἀλήθειαν τὰ τοῖς ἀρχαίοις αἰνιγματωδῶς διηγορευμένα, κέκληκε πρὸς τὴν διὰ πίστεως χάριν, καὶ πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. Οἱ δὲ, καίτοι δέον προσήκασθαι μὲν τῶν δι' αὐτοῦ κηρυγμάτων τὴν ὄνησιν, ἑλέσθαι δὲ κατακολουθεῖν αὐτῷ, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἁρπάσαι τὴν μέθεξιν, πίστει τε τιμῆσαι τὸν δι' ἡμᾶς γενόμενον καθ' ἡμᾶς, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ἐπ επήδων δὲ θηριοπρεπῶς, ἀσύφηλόν τινα καὶ ψυχρὸν ἐκ παραπαίοντος νοῦ προϊέντες λόγον. Ἔφασκον γὰρ, ὅτι "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Ἀσύνετε Φαρισαῖε, οὐκ ἐπείθου λέγοντός τινος τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἡ Παρθένος ἐν 77.940 γαστρὶ ἔξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.