Logos 24 rem mid
Rem mid: Logos 24; lemma continues; spiritual reading with the letter.
Greek
φωνήν. Ἐπέφανε τοίνυν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν καὶ Κύριος. Ἐπέφανε δὲ τίνα τρόπον; καθεὶς ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ὀφθεὶς ἄνθρωπος παραδόξως ἐπὶ τῆς γῆς. "Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς," δίχα μόνης ἁμαρτίας. Οὐ γὰρ ἦν ἐφικτὸν τὴν θείαν τε καὶ ἀκήρατον φύσιν, τὴν παντὸς ἐπέκεινα νοῦ, καὶ πέρα λόγου καὶ θαύματος, τοῖς τῆς ἁμαρτίας ἁλῶναι βρόχοις. "Φῶς γάρ ἐστι τὸ ἀληθινὸν, καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν." Ἐπειδὴ δὲ καθ' ἡμᾶς ἦν ὁρώ μενος ἄνθρωπος, ἵνα μὴ τοῦτο μόνον ὑπάρχειν νομί ζηται παρά γε τῶν οὐκ ἀκριβῶς ἐγνωκότων τὸ περὶ αὐτοῦ μυστήριον, ὑπάρχων δὲ μετὰ τούτου, καὶ τῶν ὅλων Θεὸς γνωρίζεται, διὰ πλείστων ὅσων ἡμῖν μεγαλουργημάτων ἰσοφυᾶ καὶ ὁμοούσιον ἑαυτὸν ἀπέφηνε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·" νεύματι γὰρ καὶ θελήσει μόνῃ τὰ πέρα λόγου πληρῶν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ γεννήσαντος, καὶ δορυφορούμενος μὲν ὑπὸ τῶν ἁγίων ἀγγέλων· μετὰ γὰρ τὸν τοῦ διαβόλου πειρασμὸν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· θεοπρεπῶς δὲ τῇ κτίσει κατὰ καιροὺς ἐπιπλήττων· ἔφη γὰρ τῇ θαλάσσῃ· "Σιώπα, πεφίμωσο," καὶ ῥαγδαίοις πνεύμασιν ἐκέλευσεν ἠρεμεῖν, ὅτε καὶ πάντες οἱ μαθηταὶ ταῖς καθηκούσαις αὐτὸν εὐφη μίαις στεφανοῦντες, ἔλεγον· "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ." Ἦν μὲν οὖν, ὡς ἔφην, ἀπό γε τῶν μεγαλουργου μένων ἀκονιτὶ κατιδεῖν, ὡς Θεός τέ ἐστιν ἀληθῶς, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Ἀλλ' οὐκ οἶδ' ὅπως, καί τοι τὴν διὰ τοῦ νόμου παιδαγωγίαν λαχόντες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἁγίων προφητῶν ἐντυχόν τες συγγραφαῖς, εἰς τοῦτο πεπτώκασι δυσβουλίας, ὡς ἀγνοῆσαι μὲν αὐτὸν, κατεξανίστασθαι δὲ πικρῶς, καὶ συκοφαντεῖν ἀνοσίως τὰ δι' ὧν ἦν εἰκὸς οὐ με τρίαν δύνασθαι κερδάναι τὴν ὄνησιν, καὶ ὡς ἀπό γε τῆς τῶν δρωμένων λαμπρότητος τῆς ἐνούσης αὐτῷ δυνάμεως κατιδεῖν εὐκόλως τὴν ὑπερφυᾶ καὶ πέρα μέτρων ὑπεροχήν. Ἀλλ' ἔξω μὲν ᾔεσαν σκοποῦ, διεκπίπτοντες δὲ ὥσπερ εἰς ἀκάθεκτον ἀγριότητα καὶ εἰς ἀκράτους ὀργὰς ἀσυνέτως καταθηγόμενοι, ἐπεπήδων οἱ δείλαιοι ποτὲ μὲν λέγοντες, "∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" ποτὲ δὲ καὶ λίθοις κατασφενδονῶντες αὐτὸν, καὶ τελευτῶντες, 77.896 ἐσταύρωσαν, καί τοι τοῦ νόμου λέγοντος ἐναργῶς, "Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς." Ἄρ' οὖν ἐπὶ ποίαις αἰτίαις ἀπεκτόνασι τὸν Ἰησοῦν; Ἀλλ' οὐκ ἂν ἔχοιεν εἰπεῖν· "Οὐκ ἂν ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ," καθὰ γέγραπται. Καὶ γοῦν ἀθυροστομοῦντας ἐλέγχων, καὶ εἰς ἐκτόπους ὀργὰς ἐκπικραινομένους τιθασσεύων, ἔφασκε· "Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" Ὅτι γὰρ ἐλήλεγκται μὲν παρ' αὐτῶν ἐπ' οὐδεμιᾷ παντελῶς αἰτίᾳ, κατεψηφηφόρουν δὲ μᾶλλον αὐτοῦ τὴν ἐπὶ θανάτῳ δίκην οἱ τάλανες, εἰκῆ κατατεθηγμέ νοι, κἀντεῦθεν ἂν μάθοις. Προσεκόμιζον μὲν γὰρ τῷ Πιλάτῳ, καὶ δὴ σταυροῦσθαι παρεκάλουν. Εἶτα λέ γοντος ἐκείνου, "Τί γὰρ κακὸν ἐποίησε;" γραφὴν ἐποιοῦντο Χριστῷ τὴν ἀλήθειαν, οὐδὲ ὀρθῶς ἑρμη νεύοντος τὴν τοῦ πράγματος φύσιν. Ἔφασκον γάρ· "Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν." Ἀλλ' ὅ γε τῆς ἀληθείας ὑπασπιστὴς, ταῖς ἐκείνων βδελυρίαις ἀνταναστήσεται λέγων· Οὐχ ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀλλ' ἔστι τοῦτο κατὰ ἀλήθειαν. Οὐ γὰρ ἔξωθεν, οὔτε μὴν ἐπακτὸν ἢ εἰσποιητὸν εἶναι τὸ χρῆμα αὐτῷ, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο πρὸς ἡμῶν εἶναι πιστεύεται. Υἱοὶ μὲν γὰρ Θεοῦ κατὰ θέσιν ἡμεῖς, ὡς πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Οὐκ ὄντος γε μὴν τοῦ κατὰ ἀλήθειαν Υἱοῦ, πρὸς τίνα λοιπὸν οἱ κατὰ θέσιν μορφούμεθα; τὸν τίνος ἔχοντες χαρακτῆρα; ποῦ δὲ ὅλως τὸ κατὰ μίμησιν, εἰ μὴ ὑφεστάναι φαμὲν τὴν ἀλήθειαν; Ἀλλ' ἠγνόησαν ὁλο τρόπως τὸ σεπτὸν καὶ σωτήριον τῆς ἐνανθρωπήσεως κήρυγμα, οὐ συνῆκαν τὰ τοῦ Μωσέως, οὔτε μὴν τὰ τοῖς ἁγίοις προφήταις διὰ τοῦ ἁγίου Πνεύματος κε χρησμῳδημένα περὶ αὐτοῦ. Οὐ γὰρ ἄνθρωπος ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀληθὲς δὲ μᾶλλον τὸ ἔμπαλιν. Υἱὸς γὰρ ὑπάρχων φύσει τε καὶ ἀληθείᾳ τοῦ ἐπὶ πάντας Θεοῦ, γέγονεν ἄνθρωπος, ἵνα τὸ ἴδιον αἷμα τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα δοὺς, πάντας ἐξέλη ται καὶ θανάτου καὶ ἁμαρτίας. δʹ. Ἔχεις ἐν νόμῳ καθάπερ ἐν πίνακι τὸ χρῆμα γραφόμενον. Πολυπραγμόνησον τὰ Μωσέως, ἄφελε τὴν σκιὰν, εἴσελθε βραχὺ εἰς τὸ ἐσώτερον τοῦ κατα πετάσματος. Μὴ ἐναπομείνῃς τῇ πρώτῃ σκηνῇ τῇ στάσιν τυχούσῃ. ∆οκίμαζε τὰς τοῦ μακαρίου Παύλου φωνάς. Τί γὰρ ἔφη, τὸν περί γε τούτων ἡμῖν ποιούμε νος λόγον; "Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία. Μετὰ δέ γε τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων." Ἀλλ' εἰς μὲν τὴν πρώτην, φησὶν, σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, μόνος ὁ ἀρχιερεὺς, "Οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·" τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, οὔπω πεφανῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Οὐκοῦν ἡ μὲν πρώτη σκηνὴ στάσιν ἔχουσα, καταση μήνειεν ἂν τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν, οὐκ εἰσκομιζούσης τινὰς εἰς τὰ Ἅγια τῶν ἁγίων, οὕτε 77.897 μὴν πεμπούσης ἐσωτέρω τοῦ καταπετάσματος. Μό νοις γὰρ ἡμῖν ἐνεκαίνισεν ὁ Χριστὸς τὴν ἁγίαν ταύ την καὶ τριπόθητον εἰσδρομήν. Ἐπειδὴ δὲ ὅλως εἰσκεκομίσμεθα, καὶ ἀφῄρηται τῆς ἁπάντων ἡμῶν διανοίας τὸ καταπέτασμα, φέρε λοιπὸν ἰσχνῶς, καὶ καθαρωτάτοις ὄμμασι τὰ κεκρυμμένα ζητήσωμεν, καὶ οἱονεὶ περιῤῥήξαντες τὴν τοῦ νόμου σκιὰν, ἴδωμεν τὴν ἀλήθειαν. Ὠήθησαν μὲν οὖν, ὡς ἔφην, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ ἐξ Ἰσραὴλ, καὶ θανάτῳ κάτοχον ἀποφῆναι δύνασθαι τὴν ζωὴν, τουτέστι Χριστόν. Ἀλλ' ἡμάρτανον τοῦ σκοποῦ, βάλλοντες εἰκῆ, καὶ πονοῦντες ἐπ' οὐδενὶ, καὶ, καθά φησιν ὁ προφήτης ∆αβὶδ, "διαλογιζόμενοι βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι." Εὐτεχνέστατα γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ πᾶσα σοφία, τὸ ἐκ διαβολικῆς δυστροπίας ἐσκευασμέ νον, πρόφασι
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.