Logos 23 rem mid
Rem mid: Logos 23; lemma continues; spiritual reading with the letter.
Greek
Καὶ εἶπε Κύριος πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ. Σὺ ἔσῃ ἡγού μενος ἐπὶ τὸν Ἰσραήλ. Καὶ ἔρχονται πάντες οἱ πρε σβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών. Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν ∆αβὶδ βασιλέα ἐπὶ τὸν Ἰσραήλ." Σύνες ὅπως διωμολογήκασιν ἐναργῶς, καὶ ὀστᾶ καὶ σάρκες εἰσὶν αὐτοῦ· Οἱ γάρ τοι τὴν πίστιν τὴν εἰς Χριστὸν προσιέμενοι τῆς μετὰ σαρκὸς οἰκονο μίας οὐκ ἀγνοοῦσι τὸν τρόπον. Ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος. Οὕτω γὰρ ἂν εἶεν αὐτοῦ καὶ ὀστᾶ καὶ σάρκες, κατά γε, φημὶ, τὸ ἐν ἀν θρωπότητι συγγενές. Προσεπάγουσι δὲ ὅτι, καὶ βασιλεύοντος τοῦ Σαοὺλ, αὐτὸς ἦν ὁ ἄγων καὶ φέρων τὸν Ἰσραήλ. Ἦν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὡς Θεὸς, τὸ κατὰ πάντων οὐσιωδῶς ἀνημ[μ]ένος κράτος, ταλαντεύων τε τὰ ἀνθρώπινα, καὶ ἀῤῥήτοις νεύμασι πρὸς τὸ εἶναι συνέχων, τοὺς τοῖς παρ' αὐτοῦ θεσπί σμασιν εὖ μάλα κατεζευγμένους. Ὅτι δὲ κατ' εὐδο κίαν καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, ἀραρότως πιστεύουσι, λέγοντες· "Κύριος εἶπε πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ ἔσῃ εἰς ἡγούμενον." Οὕτω πού φησι καὶ ὁ θεσπέσιος Πέτρος· "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Καὶ μὴν καὶ Ναθαναὴλ, ᾧ καὶ αὐτὸς τὸ εἰλικρινὲς καὶ γνήσιον προσμεμαρτύρηκεν ὁ Χριστός· "Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, φησὶ, σὺ βασι λεὺς εἶ τοῦ Ἰσραήλ." Ἔφη δέ που καὶ αὐτὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· "Ἐγὼ δὲ κατεστάθην βασι λεὺς ὑπ' αὐτοῦ (δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόστα γμα Κυρίου." Πλὴν οὐκ ἀσύνηθες ἦν τὸ βασιλεύειν αὐτῷ· Θεὸς γὰρ ὢν φύσει, καὶ σύνθρονος τῷ γεννή σαντι, πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν. Λέγεται δὲ κεχειροτονῆσθαι βασιλεὺς, διά τοι τὸ κατανεῦσαι λοι πὸν τῆς ἑαυτοῦ βασιλείας ἐπαφεῖναι τὸν ζυγὸν τοῖς ἔξω ποτὲ καὶ ὑφ' ἑτέρῳ κειμένοις. Κεκράτηκε γὰρ 77.881 τῶν ἐπὶ τῆς γῆς ἐκ πλεονεξίας ὁ Σατανᾶς. Ὁμολογή σαντες δὲ τὴν πίστιν, δέχονται παρ' αὐτοῦ διαθήκην ἐν Χεβρών. Καὶ τί τὸ "ἐν Χεβρών" ἐστι; δηλοῖ τοι γαροῦν ἡ λέξις τὴν ἕνωσιν. Ἐν Χριστῷ δὲ τὰ πάντα γεγόνασιν ἓν, καὶ συνήφθη μὲν τὰ ἄνω τοῖς κάτω, καὶ τοῖς ἄνω τὰ κάτω. Συνδεδραμήκασι δὲ πρὸς ἑνότητα καὶ ὁμοψυχίαν διὰ τῆς πίστεως, οἵ τε ἐξ αἵματος Ἰσραὴλ, καὶ μὴν καὶ οἱ πάλαι τῶν εἰδώλων θεραπευ ταί. Πλὴν ὅτι καὶ γαῦρον αὐτῷ τὸν αὐχένα, τῶν ἐξ Ἰσραὴλ ἐπανατείναντές τινες, κακοὶ κακῶς διολώ λασιν, ἐξ αὐτῶν οὐδὲν ἧττον τῶν ἐφεξῆς εἰσόμεθα· ἔχει γὰρ οὕτω· "Καὶ ἀπῆλθε ∆αβὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. Καὶ ἐῤῥέθη τῷ ∆αβίδ· Οὐκ εἰσ ελεύσῃ ὧδε, ὅτι ἀνέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοὶ λέγοντες· Οὐκ εἰσελεύσεται ∆αβὶδ ὧδε. Καὶ κατελά βετο ∆αβὶδ τὴν περιοχὴν Σιὼν, αὕτη ἡ πόλις ∆αβίδ. Καὶ εἶπε ∆αβὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς, καὶ τοὺς τυφλοὺς, καὶ τοὺς μισοῦντας ψυχὴν ∆αβίδ· διὰ τοῦτο ἐροῦσι· Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου." Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῶν ἀνθισταμένων αὐτῷ πληθύν. Χωλοὶ δὲ ἦσαν καὶ τυ φλοί. Μεμνήμεθα δ' εἰπόντος Χριστοῦ περί τε τῶν Γραμματέων καὶ Φαρισαίων· "Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν." Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ ∆αβὶδ περὶ αὐτῶν· "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Ἀπαράδεκτον γὰρ ἐποιοῦντο Χρι στὸν, οἱ μήτε ὀρθοποδεῖν εἰδότες, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον εἰσοικισάμενοι φῶς, ἀλλὰ πεπτώκασιν ἐν παραξιφίδι, τουτέστιν, ἐν μα χαίραις. ∆εδαπάνηνται γὰρ πολέμῳ, κατεμπρησθεί σης τῆς χώρας αὐτῶν ὁμοῦ τῷ διαβοήτῳ ναῷ. Ὅτι δὲ, προσκεκρουκότων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, εἰ παίπεκέ τε καὶ προσελήφθη τῶν ἐθνῶν ἡ πληθὺς, καὶ Χριστὸν ἐπεγράψατο Κύριον, καὶ Βασιλέα, σαφηνιεῖ πάλιν τὰ γεγραμμένα. Καὶ γάρ φησιν· "Ἀπέστειλε Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀγγέλους πρὸς ∆αβὶδ, καὶ ξύλα κέ δρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ ∆αβίδ." Ἦν μὲν γὰρ ἀλλογενὴς ὁ Χιρὰμ, καὶ οὐκ ἀπό γε τῆς Ἰουδαίων πληθύος. Εἰδωλολάτρης δὲ μᾶλλον, καὶ ἐκ τῆς τῶν πλανωμένων ἀγέλης. Ἀλλ' ᾠκοδόμησεν οἶκον τῷ ∆αβίδ. Ἐγήγερται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ οὐ καθ' ἕνα τόπον, ἢ χώραν, ἀλλ' ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν, οἰκο δομούντων ὥσ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.