Logos 21 rem mid
Rem mid: Logos 21; lemma continues; spiritual reading with the letter.
Greek
ύμβολα τῆς εὐσεβείας, οὐ πό λις, οὐχ ἑορτῆς θυσία, πανταχοῦ δὲ τῆς οἰκουμένης διεσπάρης ῥεμβόμενος. Ἀκούσῃ δὲ καὶ παρά τινος ὀνειδίζοντος τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἐκεῖνο τὸ τῷ Βαροὺχ προηγγελμένον· "Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλο 77.856 τρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας." Οὐχ ἕξεις οὖν ὅπως ἀπολογήσῃ πρὸς τὰ ἐγκλήματα. Ἀργεῖ σοι πᾶς λόγος εὐθὺς, αὐτὴν τὴν ἀλήθειαν μηχανώμενος σοφίζεσθαι. Ἀκούσῃ τοιγαροῦν προσ φόρως παρὰ τοῦ πάντων ἐσομένου κριτοῦ· "Πορεύε σθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξ εκαύσατε." Σταυρῷ παραδέδωκας τὸν τῆς δόξης Κύριον καὶ πάντων δημιουργόν· ᾠήθης θανάτῳ κάτοχον δύνασθαι ποιεῖν τὴν ζωήν· οὐκ ἔγνως οὐδὲ συνῆκας πραγματευομένην αὐτὴν τῇ ἀνθρωπείᾳ φύσει τὴν ἀφθαρσίαν. Καί τοί γε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατελθὼν εἰς ᾅδου, καὶ τοῦ τον σκυλεύσας, προστάξας κηρύγματι ∆εσποτικῷ τοῖς ἐν δεσμοῖς, "Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε," ἀνεβίω τριήμερος, καὶ μετὰ τὴν ἐκ νε κρῶν ἄνοδον, χαίρων ἐπὶ τῷ κατορθώματι, τοῖς οἰ κείοις ἔφασκε μαθηταῖς, "Πορευθέντες μαθητεύ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." δʹ. Τοιούτους τοιγαροῦν διδασκάλους κερδάναντες, πείθεσθαι τούτοις καὶ ὑπείκειν προελώμεθα, παρ' ὦν δεδιδαγμένοι τὰ ἀληθῆ, ἔχοντές τε πρὸς τελείαν διδασκαλίαν καὶ παίδευσιν τὰς θείας Γραφὰς, ἀνα βοῶμεν τῷ Σωτῆρι ἡμῶν καὶ Λυτρωτῇ τὸ παρὰ τοῦ μακαρίου Μωσέως εἰρημένον· "Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις;" Καὶ πάλιν· "Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;" Μηδεὶς οὖν ὑμᾶς πειθέτω πλάνος, τῆς ὀρθῆς ἀποκλῖναι πίστεως. Ὁδῷ βασι λικῇ πορε
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.