Logos 20 rem mid
Rem mid: Logos 20; lemma continues; spiritual reading with the letter.
Greek
αι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον. Καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ εἶ πεν αὐτῷ Μωσῆς· καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμα λήκ. Ἐπειδὴ δὲ παρετάξατο, καὶ νενίκηκεν ὁμοῦ τοῖς ἐξειλεγμένοις ὁ Ἰησοῦς, εἶπε, φησὶ, Κύριος πρὸς Μω σῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ' οὐρανόν." Ἀλλ' ἐκεῖνα μὲν ἐν σκιαῖς καὶ τύποις· σκιὰ γὰρ ὁ νόμος. Ἐν δέ γε τοῖς καθ' ἡμᾶς πράγμασι, καταθαυμάσαι τις ἂν, καὶ γυμνὸν καὶ ἀκατασκίαστον βλέπων τῆς ἀληθείας τὸ κάλλος. Ὡπλίσθη καὶ νῦν κατὰ τοῦ κατὰ τὴν ἀλήθειαν Ἰσραὴλ ὁ ἐπάρατος Ἀμαλὴκ, ὁ τῇ τοῦ Σωτῆρος εὐκλείᾳ μαχόμενος, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου τὴν δύναμιν ἐπιχειρῶν ἀνατρέπειν. Ἀλλ' ἐκ παντὸς Ἰσραὴλ τοὺς ἐξειλεγμένους συνενεγκὼν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀντετάξατο καὶ νενίκηκεν· ἀλοιφῇ δὲ "ἐξαλείψει τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ' οὐρανόν." Μάχεται γὰρ αὐτῷ κρυφαίᾳ χειρί· καὶ τῶν εἰς αὐτὸν πιστευσάντων ὑπερασπίζει, λαμπρὰν καὶ ἀκιβδήλευτον ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ μυστηρίων ἐνιδρύσας τὴν γνῶσιν. γʹ. Οὐκοῦν ἑορτάζωμεν, ὡς ἠσθενηκότων ἐχθρῶν, ὡς καθῃρημένου τοῦ Σατανᾶ, ὡς τῆς Ἐκκλησίας κε καθαρμένης· ὡς οὐδενὸς ἔτι λέγοντος οὐκ εἶναι Θεὸν 77.845 κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, ὁμολογούντων δὲ μᾶλλον ἁπάντων τὴν δόξαν αὐτοῦ καὶ ἀκαταπαύστοις χείλεσιν ἀνατιθέντων αὐτῷ τὰς δοξολογίας. Γέγρα πται γὰρ, ὅτι "Πᾶσα ἡ γῆ προσκυνησάτω σοι, καὶ ψαλάτω τῷ ὀνόματί σου." Κατήργηκε γὰρ τὸν ἄγαν ἐκ πολλῆς ὑπεροψίας λέγοντα Σατανᾶν· "Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρί μου ὡς νοσ σιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι." Συγκαθεῖλε δὲ αὐτῷ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας. "∆εδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου διὰ τῆς ἀρχαίας ἐντολῆς, ἀλλὰ διὰ πίστεως τῆς εἰς αὐτὸν," καὶ τῆς ὑπὲρ νόμον ἡμερότητος. "Τὸ γὰρ γράμμα ἀποκτείνει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ διακονία μὲν ἡ κατακρίσεως" ὁ Μωσέως ὠνόμα σται, καὶ μάλα ὀρθῶς. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦ ται παρὰ Θεῷ. ∆ιακονία δὲ τῆς δικαιοσύνης ἡ διὰ Χριστοῦ πεπίστευται χάρις. Καθῆκε γὰρ ἑαυτὸν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς ἑκούσιον κένωσιν· καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, γέννησιν ὑπομείνας τὴν [κατὰ] σάρκα διὰ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· ἵνα ταῖς ὑπὲρ νόμον εἰσ ηγήσεσι μετασκευάσῃ πρὸς τὰ βελτίω τοὺς εἰς αὐ τὸν πεπιστευκότας, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταδείξας τὴν ὁδὸν, γνησίους ἀποφήνῃ προσκυνη τάς. "Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσ κυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ κυνεῖν." Χρῆναι δέ φημι τοὺς, οἵπερ ἂν εἶεν ἀλη θινοὶ προσκυνηταὶ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀλη θείᾳ λατρείας ἐργάται γνήσιοι, πάντα μὲν ἀποσείε σθαι μολυσμὸν, ψυχῆς δὲ λέγω καὶ σώματος· πει ρᾶσθαι δὲ κατορθοῦν, καὶ μάλα προθύμως, τὰ δι' ὧν ἂν εἶεν αἰτίας ἁπάσης ἀπηλλαγμένοι. Ἁγίους γὰρ εἶναι προσήκει καὶ τῷ σώματι, καὶ τῷ πνεύ ματι. Οὐκοῦν κατανεκρώσωμεν ἡδονάς· καὶ μὴ σαρ κικῶν ἥττονα παθῶν τὸν οἰκεῖον ἔχωμεν νοῦν· φρο νοῦντα δὲ μᾶλλον τὰ τοῦ πνεύματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας κατακιβδηλεύειν εἰδότα· προσνενευκότα δὲ μᾶλλον ἀγαθῷ παντὶ πράγματι, καὶ τὴν εὐπερί στατον ἁμαρτίαν ὡς ἀπωτάτω ποιεῖσθαι σπουδά ζοντα. Καταθέλγουσι μὲν γὰρ αἱ τοῦ σώματος ἡδοναὶ τὸν ἀνθρώπινον νοῦν, καὶ καταληΐζονται νεανικῶς τάς τινων καρδίας, μονονουχὶ πολεμίων δίκην ἀγρίως εἰσβάλλουσαι. Ἀλλ' οἱ τῷ θείῳ φόβῳ τεθωρακι σμένοι, τὰς τῶν τοιούτων παθῶν ἐφόδους μονονουχὶ γελῶντες, φασί· "Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φο βηθήσομαι τί ποιήσει μοι σάρξ." Ἀποφέρει δὲ γνώ μης εἰς τοῦτο αὐτοὺς, καὶ μέντοι καὶ εὐσθενείας τῆς πνευματικῆς, ὁ πάνσοφος Παῦλος ἐπιφωνῶν· "Νε κρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκα θαρσίαν, πάθος, ἐπιθυμίαν κακήν." Κατορθοῦται δὲ τοῦτο διὰ πόνων, ὧν ἄν τις ἕλοιτο χρῆναι θαυμά ζεσθαι, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἐπαινουμένοις ἀναθή σαιτο ψῆφον. Οὕτω πάλιν αὐτός πού φησιν ὁ θεσπέ 77.848 σιος Παῦλος· "Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλ αγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γέ νωμαι." Χαίροντες τοίνυν ὡς ἁπάσης ἀρετῆς ἐργά ται, τὴν πάναγνον ἀληθῶς καὶ ἁγίαν προσδεξώμεθα νηστείαν, τὴν ἁπάσης εὐταξίας τροφὸν,
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.