Festal Letters (Paschal Homilies) · §logos19-rem-close

Logos 19 rem close

Rem CLOSEOUT: Logos 19 CLOSEOUT.

Greek

ἐνδείᾳ συζωμένους. Οὐ λυπήσεις τὸν διαδεξόμενον, σαυτὸν ἀπαλλάττων κολάσεως καὶ πυρός. "Πολλὰ μὲν γὰρ πταίομεν ἅπαντες· ἐλεημοσύναις δὲ καὶ πίστεσιν ἀποκαθαίρον ται ἁμαρτίαι," καθὰ γέγραπται. δʹ. Τοῖς τοιούτοις ἡμᾶς μαθήμασιν εὐφρανθῆναι ποιῶν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, ἀχλὺν ἔχοντες τὴν νοητὴν διετελοῦμεν ἐν κόσμῳ, οὐκ εἴδησιν εὐσεβείας, οὐχ ἕτερόν τι τῶν ἄνωθεν ἀγαθῶν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι· οὐ τὴν τῆς δικαιοσύνης ὁρῶντες ὁδὸν, ἀλλ' οὐδ' αὐτὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐπιγινώσκοντες· πλανώμενοι δὲ καὶ κτίσει τὸ σέβας ἀναπέμποντες, καὶ τοῖς ἀνθρώποις πρεπούσης ἔρημοι φρενός. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, κατῴκτειρεν ὁ ∆ημιουρ γός. Ἤδει πλατὺ κατὰ πάντων γελῶντα τὸν Σατανᾶν, καὶ καταδραττόμενον μὲν εὐκόλως τῶν ἐπὶ τῆς γῆς, ἐπαμύνοντος οὐδενὸς, ὑποφέροντά τε ταῖς ἰδίαις ζεύ γλαις, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀμογητὶ κα τασείοντα. Εἶτα νόμον ὡρίσατο τὸν διὰ Μωσέως. Ἀλλ' οὐκ ἦν ἐν νόμῳ τοὺς τῆς ἁμαρτίας διαδράναι βρόχους· οὐκ ἦν ἀποπλύνασθαι τῶν πλημμελημάτων τοὺς μολυσμούς. Παρέδειξε γὰρ ὁ νόμος τὴν ἁμαρ τίαν, καὶ τῆς ἁπάντων ἡμῶν ἀσθενείας ἔλεγχος ὥσπερ τις τέθειτο παρὰ Θεοῦ, καὶ μάρτυς ἡμῶν εἰσελάσει σοφὸς ὁ μακάριος Παῦλος· ἔφη γὰρ οὕτως· "Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λέγει, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας." Καὶ πάλιν· "Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κακόν." Τί δὴ ἄρα φὴς, ὦ μακάριε Παῦλε; τὸν διὰ Μωσέως, εἰπέ μοι, γράφῃ νόμον; ταύτης ἕνεκα τῆς αἰτίας παρεισδῦναι φὴς, ἵνα πλεονάσῃ τὸ κακόν; ∆ιδάσκαλος οὖν φαυ λότητος εἴη ἂν, εἰ πεπλεόνακε δι' αὐτοῦ τὸ κακόν. Ἀλλ' οὐ τοῦτό φησιν ὁ πνευματοφόρος. Ἔφη γὰρ πάλιν αὐτός· "Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις." Οὐκοῦν ἁμαρτίας διδάσκαλος ἥκιστα μὲν ὁ νόμος· ἔλεγχος δὲ, ὡς ἔφην, τῆς τῶν ὑπὸ νόμον ἀσθενείας ἦν, καὶ τοῦ κατασίνε σθαι πεφυκότος παραδεικτικός. Ὅνπερ δὲ τρόπον οὐκ ἂν αἰτιάσαιτό τις τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς, ὅτι καὶ βόθρους ὁρᾶσθαι ποιεῖ, καὶ τὰ ἐν ταῖς τριόδοις διεῤῥιμμένα, καὶ τοῦ περιπτέειν αὐτοῖς ἀπαλλάττει τοὺς διελαύνοντας· οὕτως οὐκ ἂν, οἶμαι, τὶς εὖ φρο νῶν τὸν θεῖον γράψαιτο νόμον, ὡς ἁμαρτίας ἡμῖν 77.836 ἐμποιητικόν· καταθαυμάσει δὲ μᾶλλον ὡς ἐναργὲς ἀποφαίνοντα τὸ τελοῦ· εἰς ὄνησιν. Ἀλλ' εἰσεκομίσθη, φησὶν, "ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γέ νηται πᾶς ὁ κόσμος τῷ Θεῷ." Ἐπειδὴ γὰρ διὰ πολ λὴν ἄγαν ἀσθένειαν, καὶ τὸ λίαν εὐκατακόμιστον εἰς τὸ πλημμελὲς, οὐδεὶς ἐπλήρου τὸν νόμον, ὑπόδικος γέγονε πᾶς ὁ κόσμος τῷ Θεῷ, μονονουχὶ συνελαύ νοντι τοὺς ἐπὶ τῆς γῆς πρός γε τὸ χρῆναι λοιπὸν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ διψῆσαι χάριν. ∆ίκαιοι γὰρ ἡμεῖς "οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος," καθὰ γέγραπται. Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· "Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. ∆ικαιοσύνη δὲ Θεοῦ, διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δι καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ." Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ, καὶ ποινῆς καὶ δίκης, καὶ τῆς ἐκείνου καταβοῆς, γέγονε καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς, ἐκ Θεοῦ Πατρὸς Λόγος, μεμενηκὼς ὅπερ ἦν, ὁ ἐλεύθερος ἐν δούλοις, ὑπὸ νόμον ὁ νομοθέτης, μεθ' ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής. Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, ὁ κατὰ φύσιν ἰδίαν σώμα τος, ἵνα χρηματίσας ἡμῶν ἀδελφὸς, τῆς ἑαυτοῦ δόξης ἀποφήνῃ κοινωνοὺς, ἁγιάσας τε τῷ ἰδίῳ Πνεύματι, καλέσῃ λοιπὸν ἀδελφούς τε καὶ ἐλευθέρους. Οὕτω γάρ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· "Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι λέγω ὑμᾶς δούλους." Τούτων τοιγαρ οῦν ἁπάντων ἀμνημονήσαντες οἱ Ἰουδαῖοι, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀρνούμενοι, παρ έδοσαν μὲν Πιλάτῳ, καὶ σταυροῦσθαι παρεκάλουν. Ὁ δὲ Θεὸς ὢν φύσει καὶ παναλκὴς, ἐνῆκεν ἑκὼν τοῖς τοῦ θανάτου βρόχοις τὸ ἴδιον σῶμα, ἵνα καὶ ἡμᾶς ἐξέληται, διαῤῥήξας αὐτούς. Τριήμερος γὰρ ἀνεβίω, κηρύξας τοῖς ἐν ᾅδου πνεύμασι, καὶ εἰρηκὼς "τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακα- λύφθητε." Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, εἰρηκώς τε σαφῶς· "Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν," ἀνέβη πρὸς τὸν ἐν οὐρα νοῖς Πατέρα, καὶ τοῖς τῆς ἰδίας θεότητος ἐναμβρύ νεται θάκοις, ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὡς οὖν ἀπολογησόμε νοι, παραστησόμενοί τε τῷ βήματι αὐτοῦ, διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθάρωμεν βίον, ἀκλινῆ τὴν πίστιν τηρήσωμεν, ἐλεοῦντες πτωχοὺς, 77.837 ἐπισκεπτόμενοι χήρας, τοὺς ἐν δεσμοῖς κατοικτεί ροντες, συναλγοῦντες τοῖς ἐν ἱδρῶσι καὶ πόνοις, τὴν φιλαλληλίαν ἐπιτηδεύοντες, τὴν ἀγάπην τὴν εἰς Θεόν τε καὶ ἀδελφοὺς, καὶ τοῖς τῆς σαρκὸς ἐπιτιμῶντες πάθεσιν. Οὕτω γὰρ, οὕτως ἑορτάσωμεν καθαρῶς, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρίτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδος τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ σαββάτου, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συν άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεν τηκοστῆς. Οὕτω γὰρ καὶ τότε τρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας ὠφεληθησόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.