Festal Letters (Paschal Homilies) · §logos18-rem-mid

Logos 18 rem mid

Rem mid: Logos 18; lemma continues; spiritual reading with the letter.

Greek

ῶν ἐπιζητούντων αὐτὸν, εἰς πᾶσαν ἐπανόρθωσιν. Καὶ πάλιν ἐδεήθη μεν τοῦ Κυρίου ἡμῶν κατὰ ταῦτα, καὶ εὐϊλάτου ἐτύχομεν." Συνίης ὅπως εὐοδίαν αὐτῶν καὶ νεῦμα τὸ ἄνωθεν, καὶ τὴν ἄθραυστον ἐπικουρίαν τοῦ σώζειν ἰσχύοντος νενηστευκέναι φησὶν, εὐϊλάτου τε τυχεῖν τοῦ πάντα εὐκόλως κατορθοῦντος Θεοῦ, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τοῖς αἰτοῦσι τὰ ἀγαθά. Ῥύσεται δὴ οὖν καὶ ἡμᾶς νηστεύοντας, καὶ παντὸς ἐξελεῖται κακοῦ, βάσιμόν τε ἀποφανεῖ πάντα τρόπον ἐπιει κείας· καὶ καταψιλώσει μὲν εὐκόλως τὸ ἄναντες εἶναι δοκοῦν, ἕτοιμον δὲ καὶ λεῖον ἐργάσεται τὸ δυσπό ρευτον. γʹ. Χρῆναι δέ φημι συνεπιτηδεύεσθαι τῇ νηστείᾳ τὴν προσευχήν. Ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαις αἱ ἀρεταὶ, καὶ χρειωδέστατα συνεισβάλλουσαι. Τὸ δὲ, οἶμαι, λείπεσθαι μιᾶς ἀργοτέραν εἰς ὄνησιν ἀπο φαίνει τὴν ἑτέραν, καὶ μονονουχὶ χωλεύοντα τῆς ἐπιεικείας τὸν τρόπον. Προσευξόμεθα γὰρ καθαρῶς νηστεύοντες. Πλείστη δὲ ὅση τῆς πρὸς Θεὸν ἱκετείας ἡ δύναμις· καὶ ἐξ αὐτῆς τοῦτο πάλιν εἰσόμεθα τῆς θεοπνεύστου Γραφῆς. Ηὐλίζετο μὲν γὰρ κατὰ τὴν ἔρημον Ἰσραήλ· ἐπειδὴ δὲ ἀνοσίῳ φθόνῳ διακεκαυ μένος τὸν νοῦν ὁ ἀπόπληκτος Ἀμαλὴκ (ἔθνος δὲ τοῦτο βάρβαρον), τὸν πολέμου νόμον ὡπλίζετο, προσ έταττε δὲ ὁ θεσπέσιος Μωσῆς τῷ Ἰησοῦ λέγων· "Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατούς· καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον." Καὶ ἦσαν μὲν ἐν ὅπλοις οἱ νεανίαι, καὶ τῶν εἰδότων τὰ τακτικὰ πολλὴ καὶ ἀλκιμωτάτη πληθὺς ταῖς τῶν πολεμίων φάλαγξιν ἀντετάττετο. Αὐτός γε μὴν ὁ θεσπέσιος Μωσῆς, γηλόφῳ προσεστηκὼς, τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτάς· καὶ ποία τις ἦν ἐντεῦθεν τοῖς μαχίμοις ὄνησις, ἐκ τῶν γεγραμμένων εἰσόμεθα· "Καὶ ἐγένετο γὰρ, φησὶν, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ." Ἄθρει δὴ οὖν ὅπως ὅπλων τε ἀμείνους, καὶ φάλαγγος ἱππικῆς αἱ Μωσέως ἐγίνοντο χεῖρες· ἕως 77.812 μὲν γὰρ ἀνετείνοντο πρὸς λιτὰς, δυσάντητος ἦν τοῖς ἐπιοῦσιν ὁ Ἰσραήλ· εἰ δὲ δὴ καθῆντο, καὶ ἴσχυεν Ἀμαλήκ. Γράφει δὲ ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, ὅτι "Ταῦτα τυ πικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε." Καὶ ἀπόχρη μὲν, ὥς γε οἶμαι, ταυτὶ πρὸς τὸ ἀποφῆναι δύνασθαι τῆς προσευχῆς τὴν ὄνησιν. Λυπεῖ δὲ οὐδὲν τὸ καὶ ἑτέρου πάλιν ἡμᾶς ἅψασθαι διηγήματος, ἀδελφὴν τοῖς εἰρημένοις ὠδίνοντος ἔννοιαν. Σεσά λευτό ποτε τῶν Ἰουδαίων ὁ νοῦς, εἰς τὸ δεῖν ἑλέσθαι λίθοις τε καὶ ξύλοις προσκυνεῖν· καὶ δὴ τὸν ἕνα καὶ φύσει παρέντες Θεὸν, ἕκαστοι τὸ δοκοῦν ἐποιοῦντο σέβας. Ἐπειδὴ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ἐφ' ἑαυτοῖς παραθήγοντες τὸν ∆εσπότην, δέδονται τῶν ὁμόρων τισὶ, καὶ δεδουλεύκασιν ἐχθροῖς, ἁλούσης αὐτοῖς τῆς χώρας· τότε δὴ μόλις ταῖς τῶν συμφορῶν ὑπερβολαῖς οὐ μετρίως περιαλγήσαντες, καὶ τῆς ἑαυτῶν ἀνοσίου βουλῆς πλείστην ὅσην ποιούμενοι τὴν καταβολὴν, καὶ τὰ αἰσχίω μεταμανθάνοντες, τὸν ἐκ μετανοίας ἐζήτουν ἔλεον, προσῄεσάν τε τῷ μα καρίῳ προφήτῃ Σαμουήλ· ἤκουον λέγοντος εὐθύς· "Ἀθροίσατε πάντα ἄνδρα Ἰσραὴλ εἰς Μασηφὰθ, καὶ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον. Καὶ συν ήχθη ὁ λαὸς εἰς Μασηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν, καὶ ἐνή στευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ εἶπαν· Ἡμαρτή καμεν τῷ Κυρίῳ. Καὶ ἐδίκασε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασηφάθ." Καὶ πάλιν· "Καὶ ἀνέβη σαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραὴλ, καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλ λοφύλων. Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· Μὴ παρασιωπήσῃς ὑφ' ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύ ριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀν ήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ, καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος· καὶ ἦν Σα μουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. Καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πρὸς τοὺς ἀλλοφύλους· καὶ συνήχθησαν, καὶ ἔπεσον ἐν ώπιον Ἰσραήλ." Ὅτι μὲν οὖν χρῆμά τί ἐστιν οὐκ ἀκερδὲς, καὶ παρά γε τοῖς ἀρτίοις τὴν φρένα τεθαυ μασμένον ἡ νηστεία, συνθεούσης αὐτῇ καὶ προσευ χῆς, δέδεικται σαφῶς καὶ διὰ τῶν ἥδη προειρημένων, οὐχ ἥκιστα δὲ διὰ τοῦ παροισθέντος ἡμῖν ἀρτίως διηγήματος. Ἐπῄεσαν μὲν γὰρ οἱ πάλαι νικῶντες τὸν Ἰσραὴλ, αὐτίκα δὴ μάλα καὶ ἀμοχθεὶ, τοὺς ἀντ εξάγειν ἐθέλοντας αἱρήσειν ὑπειληφότες. Ἀλλ' ἥττηνται καὶ πεπτώκασιν, οὐ πληθὺν εὑρόντες ἐμπειροπόλεμον, καὶ ἐν εἰδήσει τῶν τακτικῶν, οὐ πεζόμαχον ὁπλίτην, οὐ παράταξιν ἱππικὴν, ἄμαχον δὲ τὴν ἀντίστασιν ἐπικουροῦντος Θεοῦ· κατεβρόντησε γὰρ αὐτῶν δεινὸν καὶ ἐξαίσιον ὁ οὐρανὸς, καὶ οἱ μὲν 77.813 πάλιν φυσῶντες μέγα συντεθραυσμένοι τοῖς δήμα σιν, ἐτράποντο πρὸς φυγήν. Οἱ δὲ ἦσαν τῶν κρα τούντων ἀμείνους διὰ νηστείας καὶ προσευχῆς. δʹ. Φέρε δὴ, εἰ δοκεῖ, πολυπραγμονῶμεν ἐπὶ καιροῦ, τίς δὴ ἄρα γέγονεν αὐτοῖς τῆς θυσίας ὁ τρόπος. Εὑρή σομεν γὰρ ἐν Χριστῷ σεσωσμένους καὶ νενικηκότας, εἰ καὶ ἐν τύποις ἔτι καὶ αἰνίγμασι τὸ δρώμενον ἦν, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὑποφαίνων ἀστείως. "Συνήχθη τοίνυν, φησὶ, ὁ λαὸς εἰς Μαση φὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυ ρίου ἐπὶ τὴν γῆν." Εἶτα τί τοῦτό ἐστι; φαίη τις ἂν εἰκότως, ἢ ποίας ἂν ἔχοι θυσίας δύναμιν, ἢ τί πεπράχασι τῶν ἀρεσκόντων Θεῷ; Ὁ νόμος μὲν γὰρ ὁ διὰ Μωσέως βουθυτεῖν ἐκέλευε, τρυγόνας τε καὶ ἀφιεροῦν τῷ Θεῷ καὶ περιστερὰς, προστέταχε δὲ οὐδαμῶς θυσίας ποιεῖσθαι τρόπον τὸ δεῖν ὕδωρ ἐπι χέαι τῇ γῇ. Τί οὖν οἱ πάλαι δεδράκασι, καὶ σὺν αὐ τοῖς ὁ προφήτης, καίτοι τῶν ἱερῶν καὶ θείων θε σπισμάτων ἀξιόκτητον ἐν ἑαυτῷ συνειλοχὼς τὴν γνῶσιν; Φαμὲν οὖν ὅτι προφήτης ὑπάρχων, ἔμπλεώ τε τὸν νοῦν τοῦ ἁγίου Πνεύματος ἔχων, ἔγνω που πάντως τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ σεπτὸν καὶ μέγα μυστήριον· διελογίζετο δὲ ὅτι σώ ζειν δύναται τοὺς κινδυνεύοντας καὶ αὐτὸς τῆς ἀληθείας ὁ τύπος, καταγράφων ὥσπερ ἐφ' ἑαυτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν δύναμιν. Πῶς οὖν ἄρα τὸ ἀληθὲς ὡς ἐν σκιαῖς διεπράττετο, φέρε λέγωμεν ὡς ἔνι. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθίκετο μὲν οὖν εἰς ἑκούσιον κένωσιν, γέγονε δὲ καθ' ἡμᾶς, τουτέστιν, ἄνθρωπος, οὐ τροπὴν ὑπο μείνας τὴν ἀπό γε τῆς ἰδίας φύσεως εἰς σάρκα τὴν ἀπὸ γῆς· ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς· ἀλλ' ὅτι τὸ γήϊνον ἠμπέχετο σῶμα ἡμῶν, ψυχὴν ἔχον τὴν λογικήν. Τοῦτο τοῖς ἀρχαιοτέροις ὁ προφήτης Σαμουὴλ, ὡς ἐν ὕδασι γράφων, ὕδωρ ἐπ ηφίει τῇ γῇ. Σύμβολον δὲ ζωῆς μὲν, τὸ ὕδωρ· σαρκὸς δὲ, ἡ γῆ. Γέγονε δὲ σὰρξ ὁ Λόγος, κατὰ τὴν τοῦ θεηγόρου Ἰωάννου φωνὴν, καὶ συνδεδραμήκασι πρὸς ἕνωσιν ἀποῤῥήτως τε ἅμα καὶ ὡς οὐκ ἔστι νοεῖν, θεότης τε ἡ ζωοποιὸς, καὶ ἡ ἐκ γῆς ἀνθρωπότης· οὕτω τε νοοῦμεν ἕνα λοιπὸν ἐξ ἀμφοῖν τὸν Ἐμμα νουὴλ, οὔτε τῶν τῆς θεότητος ὅρων ἐκπεφοιτηκότα διὰ τὴν πρόσληψιν τῆς σαρκὸς, οὔτε μὴν τὸ γενέσθαι καθ' ἡμᾶς διαπτύσαντα, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν ἐκ τοῦ πράγματος σοφωτάτην οἰκονομίαν. Ἐπειδὴ γὰρ ἔμελλε τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑποστῆναι θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, ἵνα καὶ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου πατήσῃ κράτος, ὡς ζωὴ καὶ Θεὸς, ἴδιον ἐποιήσατο σῶμα τὸ ἀποθνήσκειν εἰδὸς, τουτέστι τὸ ἀνθρώπινον, ἤτοι τὴν σάρκα, ἵνα καὶ δι' αὐτῆς τὴν πάλαι δυσάντητον καταργήσας φθορὰν, τὴν ἀνθρώπου φύσιν ἀνακομίσῃ πρὸς ζωήν. Ἐγήγερται γὰρ οὐ τῇ ἰδίᾳ φύσει, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κατορθῶν τὴν ἀνάστασιν, ἀλλ' ἵν' ἡμεῖς ἐν αὐτῷ τὸ χρῆμα πλουτήσωμεν. ∆ιὰ τοῦτο 77.816 καὶ "ἀπαρχὴ τῶν κεκοιμημένων" ὠνόμασται, καὶ "πρωτότοκος ἐκ νεκρῶν." Καὶ τοῦτο

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.