Logos 17 rem close
Rem CLOSEOUT: Logos 17 CLOSEOUT.
Greek
ἀνάῤῥησιν, αὐτοῦ τε πέρι καὶ τῶν ἁγίων ἀποστόλων, εἰπών· "Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βα σιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Αὐτός γε μὴν ἔφη διὰ φωνῆς τοῦ ∆αβίδ· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." Καὶ μὴν καὶ τῆς ὑπ' αὐτοῦ βασιλείας τὸν ζυγὸν ὑπο τρέχειν ἐκέλευε, προστιθεὶς ἐναργῶς· "∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." Ἀλλ' εἴπερ ἐστὶ βασιλεὺς, αὐτὸ δὴ τοῦτο ψιλὸς καθ' ἡμᾶς νοούμενος ἄνθρωπος, καὶ οὐχὶ δὴ μᾶλλον τῇ καθ' ἡμᾶς φύσει συμβεβηκὼς εἰς ἕνωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδέν τι μᾶλλον τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων. Καίτοι κεκαινουργῆσθαι λεγόμενα πρὸς τὸ ἀσυγκρίτως ὑπερκείμενον, διά τοι τὸ βασιλεῦσαι Χριστὸν ἐφ' ἡμᾶς. δʹ. Ἕστι δὲ ἐφ' ἡμῖν τοιόνδε τι πάλιν· Βεβασίλευκε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ προ φητῶν ἁγίων. Προκέχριστο δὲ εἰς τοῦτο, καὶ πρὸ τῶν ἄλλων ὁ θεσπέσιος Μωσῆς· εἶτα μετ' ἐκεῖνον οἱ καθεξῆς. ∆ιέποντος δὲ τὴν οἰκονομίαν τοῦ ἁγίου Σα μουὴλ, πρὸς ἀπονοίας ἐκτόπους ὠλισθηκότες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας, οὐκ οἶδ' ὅπως, ὀλιγωρήσαντες, προσῄεσαν λέγοντες· "Ἰδοὺ σὺ γε γήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα τοῦ δικά ζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. Καὶ κατεπικραί νετο μὲν ὁ προφήτης ἐν τούτῳ λίαν. Εἶπε δὲ Κύριος πρὸς αὐτόν· Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λα λήσωσι πρὸς σέ· ὅτι οὐ σὲ ἐξουθενήκασι, ἀλλ' ἢ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν." Ἀν εδείκνυτο δὲ οὕτως ὁ Σαοὺλ, περὶ οὗ φησιν ἐν προφή ταις ὁ τῶν ὅλων Θεός· "Καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας." Ἔστι τοίνυν οὐδαμόθεν ἀμφιβάλλειν, ὡς ἐν ὀργῇ δέδοται βασιλεὺς, ἄνθρωπος ὢν ὁ Σαοὺλ, τοῖς τὴν ὑπ' αὐτῶν τῷ τῶν ὅλων Θεῷ βασιλείαν διωθου μένοις. Ἀσυγκρίτως γὰρ ἄμεινον τὸ αὐτῷ μᾶλλον ἐπείγεσθαι κατεζεῦχθαι Θεῷ. Ἀλλ' εἴπερ ἐστὶ καθ' 77.785 ἡμᾶς ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος, δέδοται δὲ βα σιλεὺς, καὶ κεκράτηκε τῶν ἐπὶ τῆς γῆς· ἆρα τίς εἰς τοῦτο ληρίας καθίκοιτο ἂν, ὡς οἴεσθαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸς βεβασίλευκεν ὡς ἐν ὀργῇ τοῦ Θεοῦ καὶ Πατρός· καὶ ἐπειδήπερ ἐσμὲν ἐν προσκρούσει καὶ ἁμαρτίαις, ὑπέθηκε καὶ ἡμᾶς τοῖς ἀνθρώπου ζυγοῖς; Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις, ὡς ἁπάσης ἁμαρτίας ἀπηλλάγμεθα διὰ τῆς πίστεως; Πῶς οὖν ἔτι λυπεῖ ται Θεός; πῶς ἔτι κολάζει τοῖς ἐξ ὀργῆς κινήμασι τοὺς ἡγιασμένους; Ἀλλ' ἔγωγε φαίην ἂν, ὅτι καὶ ἁμαρτιῶν ἀπηλλάγμεθα, καὶ τοῖς ἐκ θείας ἡμερό τητος ἀγαθοῖς καταμεθύει τὰ καθ' ἡμᾶς. Οὐκοῦν οὐκ ἄνθρωπος βεβασίλευκεν ἐφ' ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπότητι πεφηνὼς, ὁ Υἱὸς, οὔτε τῶν ἰδίων ἀξιωμάτων ἐκβεβηκὼς τὴν δόξαν διὰ τὸ ἀνθρώπινον, οὔτε μὴν τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἀτιμάζων οἰκονο μικῶς. Ἄλλως τε (χρῆναι γὰρ οἶμαι κἀκεῖνο ἰδεῖν), εἰ κατηγοροῦνταί τινες τῶν πεπλανημένων, καὶ εἰ σὶν ἐν τῷ διαβεβλῆσθαι λίαν, "ὡς ἀλλάξαντες τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου·" παραιτητέον εὖ μάλα καὶ ἡμῖν αὐτοῖς, τὸ ἐν ψιλῇ καὶ μόνῃ τῇ καθ' ἡμᾶς φύσει κατα λογίζεσθαι τὸν Χριστόν· ἀδιάσπαστον δὲ τὴν ἕνω σιν, τὴν πρός γέ φημι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τῇ ἀνθρωπείᾳ φυλάττομεν φύσει, ἵν' ὡς Θεὸς προσ κυνῆται λοιπὸν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. Καὶ εἰ παγχάλεπον ἀληθῶς τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τετάγμεθα δὲ λατρεύειν Χριστῷ, ἀνωτέρω κτιστῆς νοοῖτο φύσεως ὡς Θεὸς, κἂν εἰ ἐκτίσθαι νοοῖτο διὰ τὸ ἀνθρώπινον. Ταύτην ἐφ' ἑαυτῷ κρατύνων τὴν δόξαν, τοῖς ἀπειθεῖν ἑλομέ νοις ἐπεφώνει ποτὲ, μονονουχὶ καὶ νωθείαν ἐγκαλῶν. "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Ἦσαν γὰρ, ἦσαν τῶν ἀσυνέτων τινὲς, οἱ σμικρὰ περὶ αὐτοῦ διὰ τὴν σάρκα φρονοῦν τες, κατεξανιστάμενοί τε φληνάφως, καὶ κυνηδὸν ἐπιτρέχοντες, προφασιζόμενοί τε προφάσεις ἐν ἁμαρ τίαις, ἐπαιτιωμένῳ τε λέγοντες· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Ἡμεῖς δὲ ταῖς τῶν ἐκεῖνα πεφρονηκότων ἀβελτηρίαις ἐῤῥῶσθαι φράσαντες, μακραῖς καὶ ἀκαταλήκτοις εὐφημίαις καταγεραίρομεν, καὶ τῆς Φαρισαίων σκαιότητος τὰ ἀμείνω φρονεῖν ἐγνωκότες, ἐροῦμεν αὐτῷ· Περὶ καλοῦ ἔργου καταπεπλήγμεθά σε, ὅτι Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος. Καὶ διὰ ποίαν αἰτίαν; Ἐπειδὴ γάρ ἐστι ζωὴ κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον σῶμα ἐποιήσατο τὸ φθείρεσθαι πεφυκὸς, ἵνα τῆς ἐν αὐτῷ νεκρότητος παραλύσας τὴν δύναμιν, μεταστοι χειώσῃ πρὸς ἀφθαρσίαν. Ὥσπερ γὰρ ὁ σίδηρος ταῖς ἀκμαιοτάταις τοῦ πυρὸς ὁμιλήσας προσβολαῖς, πρὸς ἰδέαν εὐθὺς τὴν ἐκείνου μεταχρώννυται, καὶ τὴν τοῦ νικῶντος ὠδίνει δύναμιν· οὕτω καὶ ἡ τῆς σαρκὸς 77.788 φύσις, τὸν ἄφθαρτον καὶ ζωοποιὸν τοῦ Θεοῦ Λόγον εἰσδεδεγμένη, μεμένηκε μὲν, ἐν οἷς οὐκ ἦν οὐκέτι, φθορᾶς δὲ ἀμείνων ἀπεφάνθη λοιπόν· καὶ ἐπείπερ ἐστὶν αὐτὸς τοῦ κόσμου τὸ φῶς, ταύτῃτοι τὰς τῆς ἀληθοῦς θεογνωσίας αὐγὰς ταῖς ἁπάντων διανοίαις ἐνιεὶς, πάντας ἐκάλει πρὸς τὸ φῶς· τοῦτο μὲν ταῖς ἀμωμήτοις διδασκαλίαις χρώμενος, καὶ πανσόφους ἀποτελῶν τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως· τοῦτο δὲ ποικίλως τερατουργῶν, ἵνα τοῖς ὑπὲρ λόγον ἐξειργασμένοις καταπλήττων τοὺς θεωμένους, μὴ ἀπιστηθῇ πρός τινος, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄν θρωπος· μεμένηκε δὲ ὅπερ ἦν καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς οἰκονομικῶς καθιγμένος. Ἀλλ' οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, καίτοι καὶ διὰ νόμου καὶ τῶν ἁγίων προφητῶν πλείστην τε ὅσην καὶ ἐμφανε στάτην ἔχον τὴν προαγόρευσιν, κατὰ πολλοὺς μὲν, τρόπους καταλυπεῖν ἀπετόλμων· ἐπεγνωκότες δὲ, ὅτι δὲ καὶ αὐτός ἐστιν ὁ κληρονόμος, ἐκβεβλήκασί τε καὶ ἀπεκτόνασι, συλλήπτορα καὶ συμπαραστάτην ἑαυτοῖς παραλαβόντες εἰς τοῦτο τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν Σατανᾶν· ὃς ᾠήθη μὲν, κατὰ τὸ εἰκὸς, ἀπηλλάχθαι πραγμάτων, ὅτι παθόντα τε θέαται. Συνηγνόηκε δὲ τοῖς ἐσταυρωκόσιν, ὅτι πέ πονθεν ἑκὼν, καὶ τέθυκεν αὐτὸς τὴν ἰδίαν ψυχὴν, οὐχ ὑπό του βεβιασμένος, ἀλλ' ἐθελοντὴς, ὡς ἔφην, ἵνα "τοῖς ἐν ᾅδου καθειργμένοις διακηρύξῃ πνεύ μασι," καὶ ἀναπετάσῃ τοῖς κάτω τὰς ᾅδου πύλας· ὡς γὰρ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, "∆ιὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." Ἐπειδὴ γὰρ ἐξείλετο τοὺς ἐν σκότῳ, πεπάτηκε τοῦ θανάτου τὸ κράτος, καὶ ἀν εβίω τριήμερος. Εἶτα τοῖς ἁγίοις αὑτοῦ ἀποστόλοις ἑαυτὸν ἐμφανίσας, καὶ "μαθητεύειν προστεταχὼς πάντα τὰ ἔθνη, βαπτίζειν τε αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος," ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥξει τε κατὰ καιροὺς τῶν ὅλων κριτὴς, ἐν δυνάμει τε καὶ δόξῃ τῇ θεοπρεπεῖ, δορυ φορούντων ἀγγέλων· καθιεῖται δὲ καὶ ἐπὶ θρόνου δό ξης αὑτοῦ, κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. εʹ. Οὐκοῦν ἐπειδήπερ τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, τῷ πριαμένῳ δουλεύσωμεν ὡς ἔνι, καὶ ἀμείνους μὲν εὑρισκώμεθα παθῶν· ἀποσειόμεθα δὲ βέβηλον ἁμαρτίαν, καὶ διὰ πάσης ἐπιεικείας ἑαυ τοὺς καταφαιδρύνοντες, τὸν καλὸν ἀγῶνα ἀγωνιζώ μεθα, τὸν δρόμον τελέσωμεν, τὴν πίστιν τηρήσωμεν· τοῖς ἐν ἐνδείᾳ τοὺς πόνους ἐπελαφρίζοντες, ὀρφανοὺς παραμυθούμενοι, χήραις ἐπαμύνοντες, τὰς τῶν τὸ σῶμα λελωβημένων αἰκίας ἀνακτώμεθα, τοὺς ἐν 77.789 δεσμοῖς ἐπισκεπτόμενοι, χρηστοὶ καὶ φιλάλληλοι περὶ πάντας εὑρισκόμενοι. Τότε γὰρ, τότε νηστεύσο μεν καθαρῶς· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρα κοστῆς, ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ καὶ δι' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.