Logos 15 rem mid
Rem mid: Logos 15; lemma continues; spiritual reading with the letter.
Greek
τησίας κατάδειξις ἐναργής. Εἰ μὲν γὰρ περὶ σωμάτων, ἤτοι τῶν καθ' ἡμᾶς, πο 77.737 λυπραγμονοῖτο τυχὸν ὁ λόγος, τὰ σωμάτων ἴδια προσ νέμειν αὐτοῖς, καίπερ ἂν φαίνοιτο συμβαίνοντα φυσικῶς τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν, τὸ ἀπεικὸς οὐδέν. Προανίσχει γὰρ ὁμολογουμένως τῆς εἰς ὕπαρ ξιν ὁδοῦ, τὸ μὴ ὑπάρχον ὅλως. Ὑπομενεῖ δὲ πρὸς τούτοις καὶ μερισμοὺς τοὺς ἐκ τοῦ τεκόντος εἰς ἀποκλήρωσιν ἰδικὴν τοῦ γεγεννημένου. Ἐπὶ δὲ τῆς ἀνωτάτω πασῶν οὐσίας, τῆς ἐπέκεινα παντὸς γενητοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῇ μερισμοὺς εἰσδέχεσθαι καὶ ἀποκοπὰς, καὶ τὸ ἐν χρόνῳ ζητεῖν τὴν γέννησιν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε! ἰσχνὸν ὅτι μάλιστα τοῖς θεωρήμασι τὸν νοῦν ἐνιεὶς, εἴσῃ τὸ ἀληθές. Ἢ ἴσθι τὴν θείαν περιυβρίζων φύσιν, τὰ σωμάτων ἴδια προσνέμων αὐτῇ, καὶ τὴν ὑψοῦ καὶ ἐπέκεινα παντὸς τοῦ πεποιημένου κατακομίζων ὑπεροχὴν εἰς αἰσχίονα δόξαν, ἤπερ ἂν αὐτῇ πρέποι τε καὶ ἐνεῖναι πιστεύοιτο. Πατρὸς γὰρ ὄντος ἀεὶ τοῦ Πατρὸς, καὶ οὐκ ἐκ τοῦ κατὰ δύναμιν ἐν χρόνῳ προήκοντος εἰς τὸ τεκεῖν κατ' ἐνέργειαν, ἀεὶ συνυπάρχειν ἀνάγκη τὸν δι' ὅν ἐστι Πατήρ. "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος," κατὰ τὰς Γραφάς. Οὗ δὲ τὸ "ἦν" ὀνομάζεται, προεπενηνεγμένου μηδενὸς, ποῦ τῆς ἐννοίας ὁ δρόμος στήσεται, καὶ πρὸς ποῖον ἡμῖν κατ αντήσῃ τέλος, ὡς ἐν ἰσχναῖς φαντασίαις ὁ νοῦς εἰ διώκειν ἕλοιτο τὸ "ἦν;" Οὐκοῦν γεγέννηται μὲν, καὶ Θεὸς ἦν ὁ Λόγος· γεγέννηται δὲ, οὐ κατὰ σώματος φύσιν, ὡς ἑτερότητα τὴν εἰς ἅπαν ὑπάρξαι νοεῖν τῷ γεννωμένῳ πρὸς τὸ γεννῶν. Κεχρήμεθα δὲ ἀναγκαίως ἐκ τοῦ καθ' ἡμᾶς τὸ τῆς γεννήσεως ὄνομα, καταση μαίνοντες ὅτι τῆς Θεοῦ Πατρὸς οὐσίας ὁ Μονογενὴς, φωτὸς ἀνέλαμψε νόμῳ· καὶ ὑφέστηκε μὲν ἰδικῶς, καὶ ἐν ὑπάρξει νοεῖται τῇ καθ' ἑαυτόν. Ἀπόῤῥητος δὲ παντελῶς ὁ ἐπὶ τῷδε λόγος. Οὐ γάρ τοι τῆς τοῦ τεκόντος οὐσίας εἰς ἅπερ ἐξεστηκὼς, ἀλλ' αὐτός τε ὑπάρχων ἐν τῷ Πατρὶ, καὶ ἐν ἰδίᾳ φύσει καταδει κνὺς τὸν γεννήτορα, συμπροσκυνεῖται καὶ συνδοξά ζεται. Ἐπειδὴ δέ ἐστιν ὁμοούσιος καὶ ἰσοκλεὴς, ἀναγκαίως ἰσουργός τε ἅμα καὶ ἰσοσθενής. Συν υφεστηκότος δὲ οὕτως ἡμῖν τοῦ ἁγίου Πνεύματος, συνθεολογουμένου τε καὶ συνεισθέοντος, ὀρθῶς τε καὶ ἀμωμήτως ἡ περὶ τῆς ἁγίας ἡμῖν Τριάδος συγκεί σεται πίστις. Ὁ τοίνυν τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασι εὖ μάλα διαπρεπὴς, δι' οὗ τὰ πάντα παρ ήχθη πρὸς γέννησιν, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ," κατὰ τὸ γεγραμμένον, "ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀν θρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄν θρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Καίτοι γὰρ ἐνὸν ἐπ' ἐξουσίας αὐτῷ ταῖς ἰδίαις ὑπεροχαῖς ἐν ερηρεῖσθαι λαμπρῶς, καὶ ἰσότητι τῇ πρὸς τὸν Πατέρα πλουσίως ἐντρυφᾷν, καὶ τοῖς τῆς θεότητος ἐναγλαΐ ζεσθαι θάκοισι, καταπεφοίτηκεν ἑκὼν εἰς εἶδος τὸ καθ' ἡμᾶς, οὐδὲν εἰς ἰδίαν ἀδικούμενος φύσιν τῇ προσλήψει τοῦ καταδεεστέρου, προστιθεὶς δὲ μᾶλλον 77.740 τὸ ἐνδέον αὐτῷ. Οὐ γὰρ ἦν εἰκὸς, μᾶλλον δὲ ἦν καὶ σφαλερώτατον, ἐννοεῖν καὶ λέγειν, ὡς τὴν θείαν καὶ ἄῤῥητον πλεονεκτήσει φύσιν ἡ ἀνθρώπου τυχὸν, καὶ εἰς τὸ οἰκεῖον αὐτὴν ἀκαλλὲς ἐκβιάσεται, καὶ κατα βιβάσει τῆς ἰδίας ὑπεροχῆς. Σοφὸν δὲ δήπου καθά περ ἐγᾦμαι τὸ διαλογίζεσθαι δεῖν, ὅτι τῇ τῆς θεότη τος φύσει παραχωρήσει τὰ καθ' ἡμᾶς. Καὶ πρός γε τὸ[ν] ἀσυγκρίτως ἄμεινον μετοιχήσεται, τῇ τοῦ προὔ χοντος εὐκλείᾳ νικώμενον. Καὶ γάρ ἐστι τῶν ἀτοπω τάτων, ἐν μὲν τοῖς ὑπὸ Θεοῦ γεγονόσιν ὁρᾷν τῇ τῶν ἀμεινόνων μίξει τε καὶ παραθέσει καὶ τὰ μὴ σφόδρα περικαλλῆ κοσμούμενα· οἴεσθαί γε μὴν τῇ ἀνθρώπου φύσει Θεὸν προσωμιληκότα, καθ' ὃν οἶδε τρόπον αὐτὸς, μὴ οὐχὶ δὴ μᾶλλον ἐναπομάξασθαί τι τῶν ἰδίων αὐτῇ, βλάβος δέ τι καὶ τῶν παρ' ἀξίαν εἰς ἰδίαν αὐτὸν ἀνατλῆναι φύσιν. Καὶ ἤλιος μὲν τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ βορβόροις αὐτοῖς καὶ τέλμασιν ἐνιεὶς, ἀδιαλώβητον παντελῶς τηρήσει τὸ σέλας· ἡ δὲ θεία καὶ ἀκήρατος, καὶ ὑπερτάτη φύσις, ἢ τὸ δύνασθαί τι παθεῖν τῶν καταλυπεῖν εἰωθότων, ἀστι βὲς παντελῶς πῶς ἂν ἀδικοῖτο τῇ πρὸς τὸ ἔλαττον ὁμιλίᾳ; Πῶς δὲ οὐχὶ τὴν τοῦ χείρονος ὑπεραλεῖται φύσιν, καὶ τοῖς ἰδίοις αὐτὴν ἀγαθοῖς καταφαιδρύ νουσα πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μετακομιεῖ; Ἀνθότου δὴ οὖν τοῦ χρῆναι θαυμάζειν ἠφειδηκότες τὰ οὕτω σεπτὰ, κατασοβαρεύονταί τινες, καὶ τὸ ὑπέροφρυ νοσοῦσι πάθος· οἴονταί τε τῇ θείᾳ συν αγορεύειν δόξῃ, τῆς οὕτως ἀρίστης οἰκονομίας τὸ ἀκαλλὲς καθορίζοντες. Οὐ γὰρ παραδέχονται τὸ μυστήριον· πλατὺ δὲ γελῶντες, ἀσύνετον κομιδῇ τὸ χρῆμα νομίζουσι, καὶ ὕθλοις ἡμᾶς εἰκαίοις ἐπιθαρ σῆσαί φασιν. Οὐκ ἐννοοῦντες, ὅτι τοῖς μὲν ἰδίοις καθηγηταῖς, εἴπερ ἕλοιντό τι νοεῖν ἢ λέγειν, ἀβα σάνιστον ἔσθ' ὅτε τηροῦντες τὴν πίστιν, καὶ τὸ, "Αὐτὸς ἔφα," δωρούμενοι, εἶτα τοῖς θείοις κρίμασι τάς γε δὴ σφῶν αὐτῶν ἀν[θ]ιστάντες ἐννοίας, δυσδιά φυκτον κομιδῇ ταῖς ἑαυτῶν κεφαλαῖς καταχέουσιν· οὐδὲ οἷς ἄνθρωποι τιμᾷν ἐγνώκασι, ταῦτα τῇ θείᾳ προσνέμοντες φύσει. Ἀλλά τις αὐτοῖς, ὡς οἴονται, σοφὸς δὴ λίαν ἐκπεπόρισται λόγος. Πῶς γὰρ δὴ, φασὶν, ὁ ἀκήρατος νοῦς, ὁ ποσότητός τε καὶ περι ορισμοῦ παντελῶς ἐλεύθερος, εἰς ἑνὸς ἀνθρώπου κε χώρηκε σῶμα; Ἐγὼ δὲ, ὅτι μὲν τῆς τῶν σωμάτων ποσότητος ἐξιστᾶσι τὸ Θεῖον, ἐπαινέσας ἔχω. Συνθή σομαι γάρ· φημὶ δὴ οὖν ὅμως ἐκεῖνο τοῖς ὧδε φρο νεῖν ᾑρημένοις. Οὐ γὰρ δὴ περιγεγράφθαι φαμὲν τὴν τοῦ Λόγου φύσιν, εἰ καὶ κατοικῆσαι λέγοιτο καθάπερ ἐν ἁγίῳ ναῷ τῷ ἐκ τῆς ἁγίας Παρθένου σώματι· ἀλλ' ἐπλήρου μὲν οὐρανοὺς ὡς Θεὸς, γῆν δὲ καὶ τὰ κατωτέρω, καὶ οὐδενὸς τῶν ὅλων ἀπ ελιμπάνετο. Ἦν δὲ μετὰ τούτου καὶ ἄνθρωπος. Τὸ δὲ ὅπως ἢ τίνα τρόπον, εἰ νοεῖν οὐ δύνασαι, παραχώρει τοῖς ὑπὲρ νοῦν, χαρίζου τοῖς ὑπὲρ λόγον τὴν ὡς ἐξ ἀνάγκης σιγήν. Πολλὰ τούτοις ἕτερα προσομολογή σεις ἀγνοεῖν. Ποῦ γὰρ ἐρήρεισται γῆ; Ποίαν ἔχει τὴν ὑποβάθραν ὁ οὐρανός; Πεποίηται δὲ τίνα τρόπον 77.741 ὁ τῶν ἄστρων χορὸς, καὶ τὴν ὑψοῦ τε καὶ ἄνω διέρ πει τρίβον; Ἀλλὰ γὰρ εἴ τις ἕλοιτο τὰ καθέκαστα λέγειν, μακροὺς ὡς ἐγᾦμαι δαπανήσει λόγους, συν τιθείς σοι τὰ διηγήματα. Ἀλλὰ γὰρ σμικρὸν τῷ ὑπὲρ πάντα Θεῷ φασι τὸ γενέσθαι καθ' ἡμᾶς. Ἐγκαλεῖς δ' οὖν, ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς τῇ φύσει, προὐργιαιτέραν τοῦ πρέποντος τὴν εἰς ἡμᾶς φροντίδα πεποίηται. Σμικρὸν μὲν γὰρ ὁμολογουμένως αὐτῷ τὸ γενέσθαι καθ' ἡμᾶς· καλεῖται γὰρ κένωσις. Ἀλλ' ὅ γε τῆς εἰς ἡμᾶς ἡμερότητος λόγος διακρούσεται τὴν γραφήν. Ὃ δὲ ἦν δή που θαυμάζειν ἄξιον, αἰτίαις ὑπενεγκεῖν, πῶς οὐκ ἀνόσιον κομιδῇ; Εἰπὲ γὰρ ἐκεῖνο, καὶ φιλοπευστοῦντι φράσον. Πότερα δὲ φὴς ὡς ἦν ἄμεινόν τε καὶ πρὸς εὐκλείας αὐτῷ τὸ ἀφει δῆσαι τῶν καθ' ἡμᾶς, καὶ δι' οὐδενὸς ποιεῖται λόγου πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ὠλισθηκότα τὸν ἄνθρω πον; ἢ τοῦτο μὲν οὐδαμῶς, ἀνασῶσαι δὲ μᾶλλον, καὶ τῆς καθηκούσης ἐπιμελείας ἀξιοῦν; Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὡς ἦν ἄμεινόν τε καὶ πρεπωδέστερον τῷ γε ὄντι κατὰ φύσιν ἀγαθῷ, τὸ τοῖς παρ' αὐτοῦ γεγονόσι τὰ ἐκ τῆς ἰδίας ἡμερότητος διανέμειν ἀγαθά; Πῶς οὖν ἔτι τὸ χρῆμα γραφή; πῶς δὲ τῆς οἰκονομίας τὸ ἀμωμήτως ἔχειν καταφλυαροῦσί τινες; Ἀλλ' ἰατροῖς μὲν παραχωρή σομεν τὸ ὅπως ἂν εἰδεῖεν αὐτοὶ τιθασσεύειν δύνασθαι τὰς τῶν παθῶν ἀγριότητας· ἐπιτιμήσομεν δὲ τῷ Θεῷ, τῆς εἰς ἡμᾶς φροντίδος οὐκ ἠγνοηκότι τὴν ὁδόν; ∆ιακεισόμεθα δὲ φληνάφως, λογισμοῦ μὲν τοῦ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.