Logos 11 rem mid
Rem mid: Logos 11; lemma continues; spiritual reading with the letter.
Greek
οις. Ἀτυράννευτος μὲν γὰρ εἰς ὀργὴν, τὴν ἐκ τῆς πραότητος εὐδίαν ἐπασκήσας ὁ νοῦς· "Ὁ γὰρ κρατῶν ὀργῆς, κρείσσων κατα λαμβανομένου πόλιν," κατὰ τὸ γεγραμμένον. Καὶ μὴν καὶ ἐπὶ τούτῳ νεανικώτατος ὁ ἐν λόγῳ κόσμος, καὶ λημμάτων ἀδίκων ἢ περιττῶν οὐχ ἡττώμενος· ἀπερίσπαστον δὲ δικαιοσύνην τὴν ἀφιλοχρηματίαν ἡγούμενος, καὶ πενίαν ἑκούσιον τῆς ἐκ πλούτου με ρίμνης προτιθείς· ὀλιγαρκέστατον γὰρ τοῦ Σωτῆρος τὸν μαθητὴν ἀναφαίνεσθαι, καὶ ὑπάρχειν ἀληθῶς ὁ σοφώτατος Παῦλος διεκελεύσατο, λέγων· "Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς ἐπιθυ μίας πολλὰς καὶ ἀνοήτους, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν." Οὐκοῦν οἰχέσθω μὲν τῶν περιττῶν ἡ ζήτησις· διαῤῥιπτέσθω δὲ ὥσπερ εἰς ὅρος, ἢ εἰς κῦμα, κατά τινας, καὶ προ τετάχθω τοῦ πλείονος τῶν ἀναγκαίων ἡ χρῆσις, ὄψου φημὶ, καὶ περιβολαίων εὐτελῶν Ταυτὶ γὰρ εὐπορι στότατα, καὶ ἀταλαίπωρον ἔχοντα κομιδῇ τὴν εὕρε σιν. δʹ. Πρὸς δέ γε τούτοις ἅπασι τοῖς ἀγαθοῖς, καὶ ὁ τῆς κατὰ Χριστὸν τιμάσθω ἀδελφότητος νόμος, καὶ ὁ τῆς εἰς ἀλλήλους ἀγάπης κρατείτω θεσμός. "Πλή ρωμα γὰρ νόμου ἡ ἀγάπη," κατὰ τὸ γεγραμμένον. 77.645 Καρπὸν δὲ ἀγάπης εἶναί φαμεν, τὸ ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἐν σπάνῃ τῶν ἀναγκαίων καθεστηκό τας. Μὴ γὰρ εἴπῃς, ἄνθρωπε, κατὰ σαυτόν· Πεπλού τηκα τὴν πίστιν· ἔγνωκα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ Κύριον· ἀπενόστησα δικτύων διαβολικῶν, καὶ δαιμονιώδους ἀπάτης· ἀπενιψάμην τῆς εἰδωλο λατρείας τὰ ἐγκλήματα. Σώζεταί μοι τῆς εὐνοίας τὸ καύχημα. ∆ιαμέμνησο δὲ τοῦ λέγοντος· "Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐάν τις πίστιν λέγῃ ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἐὰν γὰρ ἀδελφὸς ἢ ἀδελφὴ ἐν ὑμῖν γυμνοὶ ὑπάρ χωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ· θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;" Ἢ γὰρ οὐκ οἶσθα, νοεῖν δὲ οὐκ ἔχεις, ὅτι τοῖς πιστεύουσι πρέπει τὸ ἀμελ[λ]ητὶ τοῖς θείοις καταπείθεσθαι νόμοις. Βαρβάρῳ μὲν γὰρ καὶ χωρῶν καὶ πόλεων ἐξῳκισμένῳ τῶν καθ' ἡμᾶς ἐθῶν τε καὶ νόμων παντελῶς ἀμοιρήσαντι, τὴν τῆς παρανομίας γραφὴν οὐκ ἂν, οἶμαι, τὶς ἐποί σοι δικαίως, εἴ γε σωφρονοίη· αἰτιῷτο δ' ἂν εἰκότως, καὶ οὐκ ἀπὸ σκοποῦ, τοὺς πόλεσί τε καὶ νόμοις ἐντε θραμμένους, εἴπερ τισὶ συμβαίνοι παρολισθῆσαι τοῦ πρέποντος. Οὐκοῦν, οἷς μὲν οὔπω τὸ εὐδοκιμεῖν ἐν λόγῳ, σφαλερὸν δὲ ὁμολογουμένως τὸ χρῆμά ἐστι, περιέσται δ' οὖν ὅμως τὰς τῶν κατηγορημάτων αἰτίας ἀποσκευάζεσθαι, τὸ μὴ τοῖς θείοις παιδαγωγεῖσθαι νόμοις, οὐκ ἀπίθανον ἔχουσι τὴν ἀναλογίαν. Τοῖς δὲ τὸ πιστεύειν ἑλομένοις, ἀνυπαίτιον μὲν οὐδαμῶς τὸ ἀπειθὲς καὶ ἐξήνιον. Τὸ δὲ ἀπειπεῖν τὴν δουλείαν, διὰ τοῦ τὸν θεῖον ἀποσείσασθαι ζυγὸν, πῶς οὐ σφόδρα παγχάλεπον; Οὐκοῦν τῇ πίστει συμπαρεζεύχθω καὶ τὰ ἐξ ἔργων καυχήματα· καὶ ᾖ φησιν ὁ Σωτὴρ, "Γινώμεθα οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. –Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως." Χαλεπὸν δὲ οὐδὲν καὶ ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, καὶ τῆς φιλαλλη λίας τὰ γέρα, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κατάκρισιν. Τεθαύμασται μὲν γὰρ ὁ μακάριος Ἰὼβ ἐφ' ἑαυτοῦ λέγων· "Ἀδύνατοι δὲ, χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐκ ὀρφανῷ μετέδωκα. Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα. Ἀδύνατοι δὲ, εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν. Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδὸς, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη." εʹ. Κατακέκριται δὲ καὶ ἀδιάφυκτον ἔχει τὴν κόλασιν ὁ ἐν τοῖς Εὐαγγελίοις πλούσιος, περὶ οὖ φησιν ὁ Σωτήρ· "Ἄνθρωπός τις ἦν πλούσιος, καὶ 77.648 ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος λαμπρῶς. Πτωχὸς δέ τις Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆ ναι ἀπὸ τῶν πιπτόντων ψιχίων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλει χον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτω χὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλ μοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνή σας εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμ ψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶττάν μου, ὅτι ὀδυνῶ μαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακα λεῖται, σὺ δὲ ὀδυνᾶσαι." Καὶ εἴπερ τι χρὴ βραχυ λογοῦντας ἡμᾶς ἐπὶ τούτοις εἰπεῖν· τῷ μὲν γὰρ πλουσίῳ, λεπτὰ μὲν ἦν σφόδρα καὶ ἁλουργῆ τὰ ἐσθή ματα, καὶ χρυσῷ που τάχα διαπεπασμένα· οἶκος διαφανὴς, κρείττων, οἶμαι, καὶ θαύματος, καὶ φθόνῳ μανίαν ἀνακαῦσαι δυνάμενος· οἰκετῶν εὐειματούν των οὐ μετρία πληθὺς, δάπιδες αἱ πολυειδεῖς, καὶ αὐτοῖς ἐδάφεσιν ἐπεστρωμέναι· οἰνοχόοι, καὶ ὀψο ποιοὶ, καὶ ἀλφιτουργοὶ, καλοὶ καὶ ἀστεῖοι τὸ ἐπιτή δευμα· τράπεζα τῶν ἐδωδίμων ἀεὶ καταγέμουσα. Ἀλλ' ἦν δήπου καὶ κολάκων ἑσμὸς τῆς τοῦ πλου σίου γλώττης ἀπηρτημένων, καὶ ὀμνύντων μὲν, ὅτι πάντων ἄριστον, εἰ προέλοιτό τι καὶ τῶν ἀτοπω τάτων θαυμάσαι, κακυνόντων δὲ, ὡς τάχος, εἰ καὶ αὐτὴν κακύνοι τὴν ἀρετήν. Τὴν δέ γε θεομισῆ καὶ ἐξίτηλον βδελυρίαν, κώμους δὴ λέγω, καὶ παρακρο τήματα, τάς τε ἐπιτραπεζίους ᾠδὰς, καὶ αὐλητρί δων ὀρχήματα, τί δεῖ καὶ λέγειν; Σιωπᾶσθαι γὰρ οἶμαι πρέπειν, ἃ καὶ διὰ μνήμης ἑλὼν, οἴχοιτ' ἄν τις οὐκ ἀζήμιος. Ὁ δέ γε ἕτερος ἦν τρισάθλιος πένης, ἀνείμων, ἀνέστιος, κηδεμόνων ἔρημος, καὶ τῆς τοῦ σώματος εὐρωστίας ἐπιδεὴς, ὅλον ἔχων τῆς ἐπιθυμίας τὸ τέλος εἰς τὸν τῶν ἀπαραιτήτων ἐκπο ρισμὸν, καὶ τῆς εὐημερίας τὸ πλάτος ἐν ὀλίγοις ἀναμετρούμενος. Ὤετο γὰρ δεῖν πρὸς πέρας ἥκειν ἐλπίδος καὶ προσευχῆς, εἴπερ ἄρτους καὶ ῥακίων ἐξείη μεταλαχεῖν. Εἰς τοῦτο δὲ ἥκειν ταλαιπωρίας αὐτὸν ὁ τῆς εὐαγγελικῆς παραβολῆς καταγράφει λόγος, ὡς καὶ ὀδωδόσι συνευνάζεσθαι κυσὶ, καὶ μό νους ἐκείνους ἔχειν ὁμιλητὰς, ἥδιστά τε προσίεσθαι θεραπεύοντας, ὅτε λίχνον ἐπ' αὐτῷ τὴν γλῶτταν ἱέντες, διαμαρτεῖν ἤθελον, ἣν ἂν καὶ σφίσιν αὐτοῖς τραυμάτων ἄκεσιν φυσικοῖς ἐξεῦρον νόμοις, καὶ τῷ Λαζάρῳ δωρούμενοι. Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογιζόμενος ὁ γεννάδας ἐκεῖνος καὶ φιλόκομπος ἀνήρ· ἦν μὲν γὰρ ἀτεράμων καὶ ἀναλγὴς, ἐποικτεῖ ραι δὲ δέον, ἡγεῖτο φορτικὸν, καὶ ταῖς ἀνηκέστοις τοῦ κάμνοντος συμφοραῖς, τὸ τῆς ἡμερότητος ἐπι 77.649 στάξαι δάκρυον, ἀφιλοθέως παρωθούμενα, εἰκαῖον ἄχθος ὠνόμαζε· καὶ συρφετοῦ μὲν διενεγκεῖν οὐδέν· ἐν ἴσῳ δὲ τοῖς ἐν μνήμασι, βδελυρὸν εἶναι καὶ ἀπηχθη μένον, καὶ ἐν λόγῳ κεῖσθαι μηδενί. Καίτοι χρῆν· δήπου διενθυμεῖσθαι σοφῶς, ὡς ὁ τῆς ἡμετέρας φύσεως γενεσιουργὸς καὶ τεχνίτης, οὐχ ἑτέραν μὲν τοῖς πλουσίοις εἰς τὸ εἶναι πάροδον, ἑτέραν δὲ τοῖς ἐν ἐνδείᾳ δεδώρηται· ἀλλ' ἴση μὲν πάντων ἡ ἐκ πα τρὸς εἰς μητέρα καταβολὴ, ὠδῖνες δὲ καὶ ὁ τοῦ τό κου τρόπος οὐχ ἕτερος, καὶ μὴν καὶ αὐτὸ διὰ τῶν ὁμοίων σχημάτων ἔρχεται τὸ σῶμα· ἕνα δ' οἱ πάντες οὐρανὸν περικείμεθα· ἑνὸς ἡλίου λαμπάδι τετιμή μεθα, οὐκ ἀμείνω μὲν καὶ φαιδροτέραν τοῖς ἐκ πλούτου διαφανεστέροις ἐνιέντος αὐγὴν, ἧττον δὲ ἢ κατ' ἐκείνους τοὺς ἐν ἐνδείᾳ φωτίζοντος. Οὐκοῦν ἡ μὲν φύσις οὐκ οἶδε διαφθορὰν, οὐδὲ μὴν ὁ τῆς ἁπάν των γενέσεως ἀρχηγέτης Θεὸς, προσεξεύρηται δὲ τοῦτο ταῖς ἀνθρωπίναις πλεονεξίαις. Ἀλλ' ἦν δή που τάχα τὸ ἀπεῖργον οὐδὲν, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, καὶ αὐτῆς εὖ μάλα τῆς θείας καταστοχά ζεσθαι γνώμης· οἴχεσθαι δὲ οὕτως ἐᾷν ἐξ οὐρίας τὰ καθ' ἡμᾶς, τῷ τῆς ἀγάπης δεσμῷ πρὸς ἰσότητα διοικούμενα. Ὁ γὰρ ἐν ἴσῳ πάντα διανείμας τὰ τῆς φύσεως ἀγαθὰ, καὶ τῷ περιττῷ καὶ πλείονι τιμήσας οὐδένα, πῶς οὐκ ἂν ἠθέλησεν ἐκποδὼν ποιῆσαι τὴν ἐν τοῖς ἑτέροις πλεονεξίαν, καὶ οἰκονόμους ὥσπερ τινὰς τῶν ἐν ἐνδείᾳ καθεστάναι τοὺς ἔχοντας, ἵνα τι καὶ δόξης καὶ τῆς εἰς αἰῶνας τρυφῆς τοῖς εὖ πεπονθόσι συμμετασχεῖν ἰσχύσειαν; Ἀλλὰ γὰρ μικροῦ τι τὸν ἐμὸν παρώλισθε νοῦν, ὃ τοῖς εἰρημένοις προσθεῖναι καλόν. Ἐν ἐκείνοις ὄντα τοῖς ἀ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.