Logos 8 rem mid
Rem mid: Logos 8; lemma continues; spiritual reading with the letter.
Greek
φρονῶν, καὶ κατάρδεσθαί σοι τοῖς ἐτησίοις παρὰ Θεοῦ νάμασιν ἐξαιτήσῃς τὴν ἄρουραν, ἐπ' οὐδενὶ μὲν τῶν ἀγαθῶν τοῖς περὶ ποταμίοις ἐνιζάνων δόναξιν, οὐκ ἐπὶ θήραν δὲ τῶν ἐν τοῖς ὕδασι περιερέτ των τὸ σκάφος· πλεονεξίαν δὲ ἔχων μᾶλλον τὸ ἐπι τήδευμα, ἀδίκοις τε καταμολύνων αἵμασι τὸ θεοδώ ρητον νάμα, καὶ θηρσὶ ἐνύδροις τὸν συγγενῆ χαριζό μενος ἄνθρωπον; Εἶτα ποίας, εἰπέ μοι, χεῖρας ἀνα τενῇς τῷ Θεῷ; τί δὲ ὅλως ἐρῇς προσευχόμενος, ἢ πῶς αἰτήσῃς τὰ ἀγαθὰ, τοῦ Θεοῦ λέγοντος δι' ἑνὸς τῶν προφητῶν· "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ χεῖρες γὰρ ὑμῶν αἵματος πλήρεις;" Ὁ δὲ λόγον οὐδένα τῶν παρ' αὐτοῦ ποιησάμενος νόμων, ποίας ἔτι φροντίδος ἀξιωθήσηται; "Τοὺς δὲ δοξάζοντάς με δοξάσω, φησὶν ὁ Σωτὴρ, καὶ ὁ ἐξουδενῶν με, ἐξουδενωθήσεται." Η τοίνυν ὑπόθες αὐτῷ τὸν αὐ 77.564 χένα, καὶ ἀνταπαίτει τὴν τιμὴν, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις πλουσίαν ἐπίδοσιν, ἢ τῆς ζεύγλης οὐκ ἀνεχόμενος, καὶ καρτέρει κολαζόμενος. Εἰ γὰρ χρή τι πρὸς τούτοις εἰπεῖν, τὸ μεθύειν ἐν ἀγαθοῖς καὶ περιχεῖσθαι τοῖς κατ' εὐχήν, ἐσθ' ὅτε τῆς τοσαύ της σοι γέγονεν ἀσεβείας πρόξενον. Τοιοῦτον γάρ τί φησι καὶ ὁ πάντων ∆εσπότης Θεός· "Καὶ ἐνεπλή σθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν. Ἔνεκεν τούτου ἐπελάθοντό μου." Καὶ γὰρ δὴ καὶ ὄντως δεινὴ μὲν ἡ πρὸς ὄλισθον τρυφή· ἱκανὴ δὲ πρὸς τύφον ἐνεγκεῖν τὸν τῆς ἀπονοίας γεννήτορα. Πικρὸν δὲ ἀπονοίας ἔγγονον ἡ τοῦ Θεοῦ καταφρόνη σις· καταφρονήσεως δὲ τῆς ἐν τούτῳ καρπὸς, πᾶν εἶδος πλημμελημάτων. Τοιγαροῦν ὅταν σε τοῦτο πα θόντα βλέπομεν, καταθρηνήσομεν εἰκότως, καὶ προ φητικὴν ἐροῦμεν φωνὴν, τοῖς σοῖς ἀνοσιουργήμασι φιλαλλήλως ἐπιστυγνάζοντες· "Οἵμοι, ψυχὴ, ὅτι ἀπολώλεκεν εὐλαβὴς ὁ ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες ἐν αἵματι δικά ζονται· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν, ἐκθλιβῇ ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἀνέχουσιν." Ἐπὶ τούτοις ἡμῶν τοῖς πλημμελήμασιν ἀγανακτεῖ μὲν εἰκότως, ἐπασχάλλει δὲ, ὡς ὁρᾶται, Θεός. Ἰδοὺ γὰρ, ἰδοὺ τὸ διὰ τῶν προφητῶν εἰρημένον, εἰς πέρας ἡμῖν οὐχ ἅπαξ, ἀλλ' ἤδη πολλάκις, ἐκβέβηκε· "Τά ξατε γὰρ δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Ἐσπείρατε πολλὰ, καὶ εἰσηνέγκατε ὀλίγα. Ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν· ἐπίνετε, καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς. Καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον." Ἀλλὰ καὶ πρὸς τούτοις ἔτι φησίν· "Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένοντο ὀλίγα. Καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ." Ἴδωμεν γὰρ εἰ μὴ ταῦτα συμβέβηκεν ἀληθῶς. Ἐπιδεικνύτω τις τὸν χαίροντα παρελθὼν, καὶ νενίκημαι, ὀφθαλμὸν ζητείτω τὸν ἀδάκρυτον, κἂν εὕρῃ, πεπαύ σομαι. Φιλονεικεῖτε πρὸς τὸ παρὸν, οἱ τῶν Αἰγυπτίων οἰκοῦντες γηπόνοι, ἐπὶ μόνῳ τῷ παθεῖν θάτερος θα τέρου τὰ χαλεπώτερα, καὶ ὁ νικῶν ἐν ὑμῖν τῶν ἡττᾶ σθαι δοκούντων ἀθλιώτερος. Νικᾷ γὰρ ἐφ' οἷς ἀλγύ νεται, καὶ τῶν τοῦ γείτονος πόνων πλουσιωτέραν ἔχει τὴν συμφοράν. Τὰ δὲ οἷς ἦν ἔθος ὑμῖν ἐπαυχεῖν, μακροῖς ἤδη χρόνοις ἀποδημεῖ. Ἢ γὰρ οὐχὶ ταλαι πωρίας ἡμῖν ἁπάσης ἀνάμεστα καὶ δακρύων τὰ διηγήματα; Τί δὲ, εἰπέ μοι, τὰς κώμας ἔν τισιν ὁρῶμεν κειμένας; Ἡ μὲν γῆ αὐτῶν τὰς ἀπὸ χα λάζης ἐνεγκοῦσα πληγὰς, λιμῷ καὶ θρήνῳ μαραίνε ται, οὐδαμόθεν παντελῶς, κἂν γοῦν εἰς τὰ μέτρια λυπεῖσθαι, βοηθουμένη. Ἡβηκὼς μὲν γὰρ ἤδη καὶ ὑπερτενὴς ὁ στάχυς, Θεριζέτω τις ἤδη μονονουχὶ καὶ ἐφθέγγετο, καὶ ὁ μὲν ἀρόσας τὴν γῆν, ἐφέστιον ἤδη τὸν ἀμητῆρα λαβὼν, ζωννυμένῳ πρὸς ἔργον ἐτέρπετο, τάχα δὲ καὶ οὐκ ἀρκέσειν αὐτῷ τὴν ἅλω 77.565 πολλάκις διελογίζετο. Τὰ δὲ ἦν ὄναρ, ἣ σκιὰ καὶ χαλάζης ἔργον, οὐ θεριστοῦ. Ὁ δὲ περιχεῖσθαι τοῖς ἀγαθοῖς ἤδη δοκῶν, πάντων εὐθὺς ἔρημος ἦν· ἀντὶ δὲ τῶν σταχύων χαλάζῃ πλουτῶν, πολύ τι καὶ μέγα τῆς ἐλπίδος ἐσφάλλετο. Κώμη δὲ ἡ ταύτης γείτων καὶ ὅμορος ἡμερωτέραν νοσήσασα τὴν ὀργὴν, τοὺς μὲν ἐπὶ τοῖς ἀρότροις ὀδύρεται πόνους, μακρὸν δὲ καὶ πλατὺ γεωργήσασα λήϊον, πλοῦτον ἡγεῖται πρὸς τὸ παρὸν τὴν εἰς κόρον τροφὴν, μᾶλλον δὲ τὴν πολύ τι καὶ λίαν ἀποδέουσαν κόρου. δʹ. Τίς οὖν ἡ τούτων κατασκεψώμεθα αἰτία, εἰδῶ μεν ἀπὸ τῆς θείας Γραφῆς. Οὐκοῦν ἐρεῖ πάλιν ἡμῖν ὁ πάντων ἔχων τὴν ἐξουσίαν· "Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου." Ἀκολουθεῖ γὰρ τοῖς πλημμελήμασιν ἐκτόπως, τὸ χρῆναι δικαίως κολάζεσθαι, καὶ ταῖς παρ' ἡμῖν ἀπο νοίαις ἰσοστατεῖν ἀνάγκη τὴν δίκην. Ἀποπαυσώμεθα τοίνυν παντὸς ἀνοσίου τολμήματος· "Συγκόψωμεν, καθὼς γέγραπται, τὰς ῥομφαίας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα·" καὶ, ὥς φησιν ὁ Μελῳδὸς, "∆εῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ," καὶ δεδακρυμένοι λέγωμεν· "Ἡμάρτομεν, ἠνομίσα μεν, ἠδικήσαμεν." Τότε γὰρ, τότε καὶ ἵλεως ἔσται Θεός· καὶ ἀποστήσει μὲν τὴν ὀργὴν, εὑρήσει δὲ πάλιν ἡ γῆ, καὶ δώροις ἡμᾶς τοῖς κατὰ συνήθειαν εὐφρανεῖ. "Οὐ γὰρ ἔχομεν ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀνομίαις ἡμῶν," κατὰ τὴν τοῦ Παύλου φωνήν· "πεπειρασμένον δὲ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας." Ὅτι γὰρ ἔνεστι προχείρως ἐποι κτείρειν ἐθέλειν τῷ Μονογενεῖ, πόνου μὲν οἶμαι δεήσειν ἐμοὶ πρὸς τὸ δύνασθαι πείθειν οὐδενός· ἑτοι μότατα δὲ καὶ ὑμᾶς συγκατανεύειν ὑπολαμβάνειν, τῆς εἰς ἡμᾶς ἀγαπήσεως περιαθροῦντας τὸ μέτρον, καὶ ὧν δι' ἡμᾶς ὑπέμεινεν ἐννοῦντας τὸ μέγεθος. Ἐπειδὴ γὰρ ἦμεν ἅπαντες οἱ τόνδε τὸν περίγειον οἰκοῦντες χῶρον, ἀνανταγωνίστῳ πλεονεξίᾳ τῇ τοῦ τυραννήσαντος δαίμονος, ἰχθύων δίκην σεσαγηνευμέ νοι πρὸς ὄλεθρον καὶ ἀπώλειαν, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, ἵνα πάντας ἐξέληται, "καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, ὡς αὐτός πού φησι, καλέσῃ δὲ πρὸς τοῦτο καὶ ἐνιαυτὸν Κυρίου δεκτόν." Οὐκοῦν ἐλεήμων ὁ Μονογενὴς, εἰ καὶ τῆς οἰκονομίας τὸν τρόπον οὐ συνιέντες οἱ Ἰουδαῖοι το σοῦτον ἀπέσχον τοῦ κἂν ὅλως ἐθελῆσαι τοῦτον λαβεῖν, ὡς ποτὲ μὲν ὑβρίζοντας καὶ Σαμαρείτην ἀποκαλεῖν, ποτὲ δὲ πάλιν ἀφορήτως λελυπηκότας, καὶ εἰς ξένην καταπηδῶντας μανίαν, καὶ καταλεύειν ἤδη τολμᾷν. Ἐπειδὴ δὲ θεομαχοῦντας ἐλέγχων, καὶ τῆς ἀκρίτου μανίας ἀνεπυνθάνετο παρ' αὐτῶν τὴν αἰτίαν ὁ Κύριος λέγων· "Πολλὰ καλὰ ἔδειξα ἔργα ὑμῖν παρὰ τοῦ 77.568 Πατρός μου· διὰ ποίων αὐτῶν ἔργων λιθάζετέ με;" παραληροῦντες ἔφασκον· "Περὶ καλοῦ ἔργου οὐ λι θάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Εἶτα, τί πρὸς αὐτοὺς ὁ Σωτήρ; "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρω πος τοῖς ὁρῶσιν ἐφαίνετο, δοκιμάζεσθαι τὰ καθ' ἑαυτὸν ἠξίου, ἀλλ' ἐξ ὧν ὁ Θεὸς εἰργάζετο, οὐκ ἐπακτὸν ἔχων τὸ τῆς θεότητος ἀξίωμα, καθάπερ ἡμεῖς, ὅταν ἡμᾶς λέγῃ ἡ θεία Γραφὴ θεούς· οὐσιωδῶς δὲ μᾶλλον ἐνυπάρχων αὐτῷ, ἅ τε δὴ καὶ ὄντι κατὰ φύ σιν Θεῷ, καὶ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρο νόμῳ. Ἔχει δὲ καὶ τὸ πάντα δύνασθαι δρᾷν, οὐ παρ' ἑτέρου λαβὼν, ἀλλ' ὡς τῶν δυνάμεων Κύριος, καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, διὰ τὴν ἀγάπην τὴν εἰς ἡμᾶς, ἀλλ' οὐκ ἀγνοήσωμεν διὰ τοῦτο τῶν ἁπάντων Κύριον, οὐδὲ τὸ κατὰ φύσιν εἶναι Θεὸν τὸν Ἐμμανουὴλ ἐκπέμψομεν, ἀλλ' οὐδὲ τοῖς Ἰουδαίοις τὰ ἴσα φρονοῦντες ἐγκαλέσομεν αὐτῷ τὴν δι' ἡμᾶς ἀνθρω πότητα· οὐδὲ ἐροῦμεν, ἀνοσίως ἀπαιτιώμενοι τὸν δι' ἡμᾶς γεγονότα καθ' ἡμᾶς χωρὶς ἁμαρτίας· Οὐκ ἄν σε προσκυνήσομεν, ἐπείπερ, ἄνθρωπος ὢν, ποιεῖς σεαυ τὸν Θεόν. Ἦν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς κατὰ φύσιν, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. Ἐπιμαρτυ ρήσει δὲ καὶ ὁ Παῦλος γράφων· "Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." Ὁρᾷς πῶς οὐκ εἰς Υἱῶν δυάδα κατατεμὼν εὑρίσκεται τὸν Ἐμμανουὴλ, οὐδὲ γυμνῷ καθ' ἑαυτὸν ὄντι τυχὸν, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπαστράψαντι Λόγῳ, τὸ ὡσαύτως ἔχειν διαπαντὸς ἀπονέμει· ἀλλ' Υἱὸν ἔνα καὶ μόνον κατὰ φύσιν
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.