Festal Letters (Paschal Homilies) · §logos02-rem-early

Logos 2 rem early

Rem early: Logos 2; festal historia and call to virtue.

Greek

εῖσαι γηπόνοις, ὅτι προσήκει πρὸς ἔργα χωρεῖν. Λειμῶνες μὲν γὰρ ποικίλην ἀνθέων ἀναβρύουσιν ἰδέαν. Φυτὰ δὲ τὰ ἐν ὄροις καὶ κήποις τὴν ὠδινομένην αὐτοῖς ἀποτίκτει βλάστην, ὥσπερ ἐκ λαγόνων τῆς οἰκείας φύσεως ἐρευ γόμενα τὴν ἐνέργειαν. Παιδία δὲ ἤδη χλοηφορεῖ, ὑπόμνημα τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τοῦτο δει κνύοντα· "Ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι." Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἰς μέσον ἤχθη τὰ ῥήματα· μὴ γάρ τις οἰέσθω τηνάλως ἡμᾶς περὶ τούτων διαλαμβάνειν, ἀλλ' ἵνα τὸ ἐκ τῆς ἐντολῆς ἀναφαίνηται χρήσιμον. Οὐ γὰρ μάτην ἡμῖν τὸν μῆνα τῶν νέων ἐπιτηρεῖν ὁ νόμος προσέταξεν. Ἔδει καὶ τὴν ἀνθρώπου φύσιν χλοηροφορούσαις ταῖς ἀρούραις φιλονεικεῖν, καὶ τοῖς τῆς εὐσεβείας, ἵν' οὕτως εἴπω, βλαστήμασι περιανθιζομένην ὁρᾶσθαι. Φέρε γὰρ εἰς 77.432 ἡμᾶς αὐτοὺς τὴν τῶν πραγμάτων μετασκευάζοντες δύναμιν, καὶ μετατιθέντες εἰς τὸ χρήσιμον τοῦ νοήμα τος τὸν σκοπὸν, ἴδωμεν ἀκριβῶς εἰ τοῦ πρέποντος ἡμῖν ὁ λόγος διαμαρτήσεται, μῆνα τῶν νέων ἀποκαλῶν τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἐφ' ᾧ δὴ σύμπαντας ἑορτάζειν ἀκόλουθον. Οἴχεται μὲν γὰρ ἤδη πρὸς ἀπώλειαν ὁ δαίμων ἐκεῖνος ὁ ἀρχέ κακος, χειμῶνος δίκην ταῖς ἁπάντων ἐπισκήπτων ψυ χαῖς, καὶ ὥσπερ τι πλῆθος ὑετοῦ τὰς ἀτόπους ἡμῖν καταστάζων ἐπιθυμίας. Ἡ δὲ τῶν ἀκαθάρτων πνευ μάτων ἰσχὺς ἀπελήλαται, τὸ στυγνὸν τῆς ἁμαρτίας νέφος ἀπετινάχθη διὰ τῆς χάριτος. Ἠρινὸν δὲ ὥσπερ εἰς ἡμᾶς τέταται φῶς· εἶτα πρὸς τούτοις ἡ δοθεῖσα τοῦ Πνεύματος ἀπαρχὴ, καθάπερ τις ζέφυρος ἢ αὔρα λεπτὴ τὰς ἁπάντων ψυχὰς περιπνεῖ, καλύκων εἰς εὐωδίαν οὐχ ἡττωμένους τοὺς ἐν οἷς κατοικεῖν διαφό ρως κατασκευάζουσα. "Χριστοῦ γὰρ εὐωδία ἐσμὲν τῷ Θεῷ," καθάπερ Παῦλός φησι. Καὶ τὴν μὲν παλαιότητα τοῦ παρῳχηκότος βίου, οἷά τι φύλλον ἀποβεβλήκαμεν, εἰς ἑτέραν δὲ αὖθις ἀνανεούμεθα πολιτείαν ἀρτιθαλῆ καὶ νεόφυτον. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· "Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν. ἰδοὺ γέγονε καινά." Εἰ δέ τῳ δοκεῖ καὶ διὰ τῆς θείας Γραφῆς, οὐ μακρὰν τῆς ἀληθείας ἀπο δημήσαντα τὸν λόγον ὁρᾷν, ἀκουέτω λέγοντος τοῦ νυμφίου, καὶ τὸν ἀληθέστερον μῆνα τῶν νέων τῇ νύμφῃ σημαίνοντος· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν." Ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ γηπονεῖν ἐπιστήμην ἐξησκημένοι καλῶς, τὰ μὲν ἄχρηστα τῆς ἀμπέλου περικείρουσι κλήματα· τὰ δ' ὅσα πρὸς καρποφορίαν ἐπιτηδείως ἔχειν δοκεῖ, μένειν ἐν αὐτῇ συγχωροῦσιν, ὁμοῦ τῆς οἰκείας τέχνης πρὸς τὸ συμφέρον χειραγωγούμενοι, οὕτω καὶ ὁ πάνσοφος ἡμῶν Θεὸς, τὴν ἑκάστου διάνοιαν διερευνώμενος, τὰ μὲν ἀργότερα πρὸς εὐσέβειαν, καὶ, ὡς ἄν τις εἴποι, λοιπὸν ἀπεσκληκότα βουλεύματα πε ριτέμνει· ἀνίεσθαι δὲ καὶ σώζεσθαι, καὶ μένειν ἐᾷ τὸν σώφρονα λογισμόν. Ἐντεῦθεν ἤδη πρὸς σωτηρίαν παιδαγωγούμενοι, τὰ μὲν τῆς σαρκὸς ἀποπεμπόμεθα πάθη, τὴν δὲ καθαρὰν τοῦ Πνεύματος χάριν ἐν ἑαυ τοῖς εἰσοικίζοντες, εἰς ἀμείνονα πολιτείαν ἀναμορ φούμεθα, καὶ τῶν τοῦ Παύλου ῥημάτων μεμνήμεθα, λέγοντος· "Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδι καίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν ἐν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ." Συζησόμεθα γὰρ ἀληθῶς, καὶ συμβασιλεύσομεν αὐτῷ, τὸν μὲν ἀπὸ τοῦ σώματος ἐκτρεπόμενοι μολυσμὸν, καὶ μισοῦντες, καθάπερ τις τῶν ἁγίων φησὶ, τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα· τιμῶντες δὲ τὴν Θεῷ φίλην ἐγκράτειαν, καθάπερ τι δῶρον τῷ ὑπὲρ 77.433 ἡμῶν ἀποθανόντι Χριστῷ τὸν ἐν ἀρετῇ βίον ἀπο κομίζοντες Οὕτω καὶ ὁ Ψαλμῳδὸς ἔλεγε· "Πάν τες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα." Ποῖον οὖν ἔσται παρ' ἡμῶν τῷ Κυρίῳ τὸ δῶρον, ἢ τίνι τρόπῳ προσαχθήσεται, πῶς δὲ πάλιν ἔσται δεκτὸν, ἄξιον ἐρευνῆσαι, καὶ παρὰ τῆς θείας τοῦτο μανθάνειν Γραφῆς. δʹ. Τί τοίνυν φησί; "Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ' αὐτῷ λίβανον. Θυσία ἐστί." Τὰ μὲν οὖν τῆς σεμιδάλεως ψήγματα εἰς ἄρτον ἕνα πηγνύμενα, τὸ πολύχουν τῶν ἀρετῶν σημαίνει πλῆθος, μίαν ἀποτελούντων εὐσέ βειαν, ἥτις ἐν τάξει θυσίας καὶ δώρου παρ' ἡμῶν προσάγεται τῷ Θεῷ· ἐπιχεῖσθαι δὲ αὐτῇ κελεύει τὸ ἔλαιον, ὅπερ ἐστὶν ἱλαρότητος σύμβολον. Οὐ γὰρ ἐπι στυγνάζειν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶσι προσήκει τὸν δίκαιον· ἀλλὰ τῇ ἐλπίδι χαίροντα τὴν ἁμαρτίαν καταγωνίζεσθαι. Ὁ δὲ λίβανος ἐπιπαττόμενος τὴν ἀπὸ τῶν ἔργων εὐωδίαν παραδηλοῖ. ∆εῖ γὰρ ἔξω πά σης ἀκαθαρσίας ὑπάρχειν, καὶ πᾶσαν ἡδονὴν ἀπο τρέπεσθαι πονηρὰν, τὸν τῆς ἁγνείας ἔχειν ἐπιθυ μοῦντα τὸ καύχημα. Οὕτω γὰρ αὐτὸς μὲν εἴη παντὸς ἐπαίνου μεστὸς, δεκτὸν δὲ αὐτοῦ τὸ θυμίαμα γενή σεται. Ἴδωμεν δὲ τῶν λεγομένων τὴν φύσιν, ἐκ τῶν καθ' ἑαυτοὺς τὰ θειότερα δοκιμάζοντες. Ἆρα γὰρ, εἴ τίς τινι τῶν κατὰ τὸν βίον λαμπρῶν δῶρον ἐθέ λησε προσφέρειν, ἐτόλμησεν ἂν προσελθεῖν βορβόρῳ τὸ σῶμα κατακεχρισμένος; οὐ βδελυρός τις ἂν εἴη καὶ ὑβριστής; οὐ πάσης ἀηδίας ὁ τοιοῦτος ἄξιος; Εἰ δὲ ἐφ' ἡμῶν αὐτῶν, τὸν ἄριστα τοῖς πράγμασι χρώμε νον, οὐκ ἔξω τοῦ πρέποντος εἶναι δώσομεν λογισμοῦ, πῶς ἄν τις εἰκότως οὐκ ἐπὶ τοῖς τυχοῦσι ἀτοπή μασι καταιτιῷτό τινα, εἰ Θεῷ μὲν πλησιάζειν ἐθέλοι, οὔπω μὲν τῆς ἁμαρτίας τὸ ῥύπον ἀπονιψάμενος φαίνοιτο, καίτοι τοῦ θείου νόμου διαῤῥήδην λέγον τος· "Πᾶσα θυσία ἣν ἂν προσφέρητε τῷ Θεῷ, οὐ ποιήσετε ζυμωτόν. Πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ' αὐτοῦ καρπῶσαι τῷ Κυρίῳ δῶ ρον. Ἀπαρχὰς προσοίσετε αὐτά. Ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ πᾶν δῶρον θυσιασμάτων ὑμῶν ἁλὶ ἁλισθήσεται. Οὐ διαπαύσεται ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμά των ὑμῶν, καὶ ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας." Τί μὲν οὖν ἡ ζύμη παραδηλοῖ, νοήσεις τοῦ Παύλου λέγοντος· "Ἐκκα θάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι." Πῶς γὰρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῆς κακίας ἡ παλαιότης παραδεχθήσεται, νέαν καὶ ἄδολον παρ' ἡμῶν ἐπιζητοῦντι ζωήν; ἀποφά σκει μὲν καὶ τὴν τοῦ μέλιτος προσαγωγήν· ἡδονὴν γὰρ καὶ τοῦτο σημαίνει. Γλυκεῖα μὲν γὰρ εἶναι δοκεῖ ἡ ἐφ' ἑκάστῳ τῶν ἁμαρτημάτων ἡδονὴ, καὶ χολῆς πικρότερον ἔχει τὸ τέλος. ∆εῖ δὲ ἡμᾶς, εἰ τὸ ἀρέσκειν Θεῷ τετιμήκαμεν, οὐ τὸν ἐν αἰσχρότητι καὶ ἡδοναῖς 77.436 μεταδιώκοντας βίον ὁρᾶσθαι, οὐ δ' οἷς ἥκιστα χρὴ ῥᾳθυμοῦντας ἐφήδεσθαι, ἀλλ' ὅπερ ἂν εἴη τῷ νομο θέτῃ δοκοῦν, τοῦτο περὶ πολλοῦ ποιεῖσθαι σπουδάζον τας. Ἁλὶ δὲ ὅμως ἁλίζεσθαι τὰς θυσίας κελεύει, λο γισμοῦ καὶ φρονήσεως εἰσφέρων σύμβολον. ∆εῖ γὰρ, οἶμαι, τῷ θείῳ φόβῳ, καθάπερ ἁλὶ καταπάττεσθαι τὴν διάνοιαν τῶν ἱερουργούντων Θεῷ, ἵνα μὴ κεχυ μένη καὶ διαῤῥέουσα πρὸς ὑδαρεστέρας ἐπιθυμίας, ῥᾳδίως ἐπὶ τὸ χεῖρον ἐκφέρηται, τῶν ἀμεινόνων ὑπερ φρονήσασα. Πῶς δὲ οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν τὸ διὰ τοῦ Παύλου βοώμενον· "Ὁ λόγος ὑμῶν ἐν χάριτι ἁλὶ ἠρτυμένος;" Ἀλλ' οἶμαι μὴ πρότερον δύνασθαι τοιοῦτον ὁρᾶσθαι τὸν λόγον, πρὶν ἂν ἡμῖν τὰ κατὰ γνώμην ἔχοι καλῶς. "Ἀπὸ γὰρ τοῦ περισσεύ ματος τῆς καρδίας τὸ στόμα λαλεῖ." Ἁλιζέσθω τοί νυν τῶν εὐσεβούντων ὁ νοῦς· ἀποῤῥείτω καθάπερ τι περίττωμα τὴν ἁμαρτίαν· μὴ μαλακιζέσθω, πρὸς ἐκτόπους ῥεμβόμενος ἡδονάς. ∆ιάτοι τοῦτο καὶ Παῦ λός φησιν· "Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισ σεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε." Ἑδραῖοι μὲν γὰρ γίνεσθε, λέγων, παντὸς ἐπαίνου τίθησι μακρὰν τοὺς οὔπω συμπεπηγότα καὶ ἠσφαλισμένον ἔχοντας τὸν νοῦν. Οὓ καὶ αὐτὸς ἡμῶν ὁ πάντων ∆εσπότης καταιτιᾶται, διὰ τοῦ προφήτου λέγων ὡδί· "Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν αὐτοῖς." Οἱ δὲ πόδες ἐν θάδε, μεταβατικήν τινα σημαίνουσι κίνησιν, καὶ τὴν ἐφ' ἑκάτερα τῆς διανοίας ῥοπὴν, τὴν ἐπί τε τὰ φαῦλά φημι, καὶ ὅσα τὴν τοῦ θαυμάζεσθαι ψῆφον ἐφ' ἑαυτοῖς ἀπαιτεῖ, ὡς πάντως ὡς πεπηγότες εἶεν οἱ πόδες, ἔχοντες ἤδη τὸ ἑδραῖον ἑκτικῶς, καὶ τὴν ἐπὶ τὸ φαῦ λον ὀκνοῦντες ὁδόν. Τοιοῦτός ἐστιν ὁ μακάριος Ψαλ μῳδὸς, λέγων· "Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου," τὸ στεῤῥὸν καὶ ἀμετάθετον τῆς ἕξεως διὰ τούτου μηνύων· παραινῶν δὲ ἡμῖν ὁ ἀπόστολος Παῦ λος τὸ δεῖν ἐν ἔργῳ Κυρίου περισσεύειν, κατὰ τὸ ἐγχωροῦν τῇ φύσει τὸν ἄνθρωπον, ἀμέριστον δὲ τῆς πρὸς τὸ θεῖον φιλ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.