Logos 2 rem close
Rem CLOSEOUT: Logos 2 CLOSEOUT.
Greek
ορὰς μετασκευα ζομένου τοῦ πράγματος, ἐπαινετὴν μὲν τῶν προσ αγόντων τὴν προαίρεσιν, ἀσθενεστέραν δὲ ὅμως, καὶ τοῦ μείζονος καὶ τελειοτέρου καταδεεστέραν. Οὐ γὰρ μόσχος, ἀλλὰ μοσχάριόν ἐστι τὸ προσαγόμενον, καὶ μεγέθει καὶ ἰσχύϊ τοῦ τελείου μόσχου λειπόμενον. Λαβὼν δὲ τὸ αἷμα, τὸ μὲν ἥμισυ προσέχεεν εἰς κρα τῆρα· τὸ δὲ ἥμισυ, εἰς τὸ θυσιαστήριον. Ὁρᾷν δὲ λοιπὸν ἐνθάδε μεριζομένην δι' αἰνίγματος τὴν ζωὴν τοῦ λατρεύοντος. Εἰς ψυχῆς μὲν γὰρ τύπον τὸ αἷμα λαμβάνεται, ἧς τὴν ζωὴν ἐν ἴσῃ μοίρᾳ διαιρεῖται μεθ' ἡμῶν ὁ Θεὸς, ἵνα μὴ μόνον ἑαυτοῖς ζῶμεν, ἀλλὰ καὶ τὴν τοῦ θυσιαστηρίου μερίδα φυλάττωμεν. Τοιοῦτός τίς ἐστιν ὁ μέσος οὗτος καὶ ἐπιεικέστερος βίος, οὔτε τῷ λίαν αὐστηρῷ δριμεῖαν ἔχων τὴν μέθεξιν, οὔτε τῷ πολὺ κεκλεῖσθαι πρὸς ἄδειαν ἐκπίπτων εἰς ἁμαρ τίας· ἀλλὰ τῷ μὲν ὑδαρεστέρῳ ἄνω βεβηκὼς δι' εὐλάβειαν, συγκρίνεσθαι δὲ τοῖς τελειοτέροις οὐκ ἔχων διὰ τὸ τῆς προθυμίας ἐνδεές. Κρεμαμένης δὲ ὥσπερ 77.444 ἐξ ἀμφοῖν τῆς ἕξεως καὶ τῆς ἐν τοῖς εἰρημένοις ποιό τητος συνούσης εἰς ἓν, σεμνός τις καὶ προσηνὴς ἀναδείκνυται τρόπος· ὅτι τῇ πρὸς ἄλληλα σχέσει, τὸ ἐν ἑκάστῳ λυποῦν ἀφανίζεται, καὶ τῆς μὲν ἀκρι βείας ὁ τόνος ἐν τῷ τῆς ἀδείας λείῳ παρεκλυθήσε ται· τὸ δὲ τῆς ἀδείας περιττὸν, οἷά τινι δρεπάνῃ ταῖς ἀπὸ τοῦ νοῦ δεινότησι περιτεμνόμενον, ὀρθὴν καὶ ἀκατηγόρητον ἐπιδείξει τὴν ἀγωγήν. ζʹ. Καλὸν μὲν οὖν, ἀγαπητοὶ, ζηλοῦν τὰ βελτίονα, καὶ ὅπερ ἂν ἔχοι τὸ πλέον εἰς ἀρετὴν, τούτῳ μᾶλλον φείδεσθαι. Ἀλλ' ὥσπερ ὁ Παῦλός φησι· "Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν, οὕτως· ὁ δὲ, οὕτως." Ἀγαθὸς γὰρ ὑπάρχων ὁ πάντων ἡμῶν δη μιουργὸς, καὶ τοῖς ἀσθενεστέροις τοῦ σώζεσθαι δίδω σιν ἀφορμάς· ἐπαίνου μὲν μείζονος ἀξιῶν τὸν ἐν τοῖς τελειοτέροις διαπρέπειν σπουδάζοντα· φιλανθρωπίας δὲ ὅμως οὐκ ἀμοιρεῖν ἐπιτρέψας καὶ τὸν ᾧ τοσοῦτον οὐ μέτεστιν ἀρετῆς. Ὥσπερ γὰρ οὐχ ὅμοια πρόσωπα προσώποις, καθά φησιν ὁ Σολομὼν, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Μία μὲν γὰρ ἡ τοῦ σώματος φύσις, καὶ διὰ τῶν αὐτῶν ἀπηρτισμένη μορίων· τὸ δὲ τῶν ἐν ἑκάστῳ χαρακτήρων διάφορον τὴν ἀλλαγὴν ἐργάζεται. Οὕτω καὶ ἐπὶ τῆς διανοίας εὑρήσομεν· διὰ μὲν τῶν αὐτῶν ἐνεργειῶν, ἴσην ἐν ἅπασι συγκειμέ νην, ταῖς δὲ τῶν ἕξεων ποιότησι μεριζομένην εἰς ἀνομοιότητα. Τοιοῦτόν τινα νοῦν καὶ διὰ τῆς εὐαγγε λικῆς παραβολῆς ἀποτίκτεσθαι νομίζω. "Ἐξῆλθε γὰρ, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ· ἐν δὲ τῷ σπείρειν αὐτὸν, ἃ μὲν εἰς τὰς ὁδοὺς καὶ τὰ πετρώδη, ἃ δὲ εἰς τὰς ἀκάνθας, ἃ δὲ εἰς τὴν γῆν πέπτωκε τὴν καλὴν, καὶ ἐποίησε καρπὸν, ὁ μὲν ἑξήκον τα, ὁ δὲ τριάκοντα." Ὁρᾷς πῶς τὴν μὲν γῆν ἔφησε πᾶσαν εἶναι καλὴν, περὶ δὲ τὴν τῶν καρπῶν διαφορὰν τὸ ἀνώμαλον φαίνεται. Ὁ μὲν οὖν ἑκατὸν ἀριθμὸς, τοὺς ἐν ἀρετῇ τελείους παραδηλοῖ, καὶ τοὺς εἰς ἀκρο τάτην ἀναβεβηκότας εὐσέβειαν· ὁ δὲ ἑξήκοντα, τοὺς ὀλίγον μέν τι τῶν εἰρημένων ὑποβεβηκότας, εἴσω δέ που καὶ αὐτοὺς ἀρετῆς ὑπάρχοντας οὐ μικρᾶς· ὁ δὲ τριάκοντα, τοὺς ἔτι μὲν καταδεεστέρους, οὐ μὲν ἔξω τῆς καλλίστης ὑπάρχοντας γῆς, οὐδὲ τοῦ διδόναι καρπὸν ἐστερημένους, κἂν τοῦ τελείου καὶ τοῦ μι κρὸν ὑποβεβηκότος ἀπολιμπάνωνται, ὥσπερ δὲ ἐν τρίτῃ τάξει τῶν ἐν ἀρετῇ κείμενοι. "Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ," καθά φησιν ὁ Σωτὴρ, τὸ ἑκάστῳ χρεωστούμενον τῆς τιμῆς μέτρον ὁρίζουσαι. Οὕτω καὶ ἡ τῶν ταλάντων διανομὴ τοῖς οἰκέταις ἐγέ νετο. "Ὧ μὲν γὰρ, φησὶν, ἔδωκε πέντε· ᾧ δὲ, δύο· ᾧ δὲ ἕν." Καίτοι τῆς φύσεως ἐν ἴσῳ πᾶσι κειμένης, καὶ ὅσον εἰς τὸν οἰκεῖον λόγον ἐπιτηδείως ἐχούσης, καὶ πρὸς τὸ τέλειον, οὐδεμίαν ἔδει διαφορὰν ἐν τούτοις ὁρίζεσθαι, ἀλλὰ πᾶσιν ἐξ ἴσου τὰ πέντε τάλαντα δια νέμεσθαι. Νυνὶ δὲ τῆς δόσεως τὸ ἀνώμαλον ἀνομοιό τητά τινα τῶν ἕξεων εἰσφέρει, οὐκ ἐν ἴσῳ μέτρῳ πα ραδεχομένων τὴν εὐσέβειαν. Ἀλλ' ὅ γε τὰ πέντε τά 77.445 λαντα λαβὼν, ἤκουσε μέν· "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου." Ὁ δὲ τοῖν δυοῖν ταλάν τοιν τὴν ἐπικαρπίαν εἰσποιησάμενος, τῶν ἴσων ἐπαίνων μεταλαγχάνει, καὶ διὰ τῆς αὐτῆς τετίμηται ψήφου. Ἀλλ' οὐκ ἄδικος ἐν τούτοις ὁρᾶται Θεὸς, ἀλλὰ μᾶλλον ἀγαθὸς καὶ φιλότιμος. Οὐ γὰρ ἐλαττώσει τοῖς ἀμεί νοσι τὰς τιμὰς ἡ περὶ τὸν ὑποβεβηκότα χρηστότης, οὐδέ τι τῶν ἐκείνοις χρεωστουμένων ὑπεξελθὼν προστίθησι τοῖς ἐλάττοσιν· ἀλλ' ὁ μὲν τῷ οἰ κείῳ πόνῳ τὸ χρέως ἀναλογοῦν ἀπολήψεται χαίρων, τοῦ δὲ μισθοῦ τὸ λειπόμενον ἡ χάρις ἀναπληροῖ. Εἰ δέ τις ἔχοι τὴν γνώμην τοῦ διαφθονεῖσθαι ταῖς ἑτέρων εὐ πραγίαις οὐκ ἐλευθέραν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας κατηγορῶν οὐκ αἰσθάνεται. Οὐ γὰρ δή που, φησὶ, τοῖς ἀμείνοσιν ἐν ἴσῳ μέτρῳ τετάξεται τῆς ἐκείνων ἀρετῆς ὁ λειπόμενος, εἰ δίκαιον ἐπ' αὐτοῖς ἐνεχθείη τὸ κρίμα, καὶ τῶν ἑκάστῳ βεβιωμένων ἰσοῤῥόπως, ὥσπερ ὁλκαῖς, τὸ τῆς χάριτος μέτρον ἀντισταθμίζε ται. Ἀλλ' ἀκουέτω λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χρι στοῦ· "Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συν εφώνησά σοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὥσπερ καί σοι." Ἐγειρέτω τοίνυν τὴν ἑκάστου προαίρεσιν ὁ Παῦλος εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀδρανῆ τῆς διανοίας ὄκνον ἀποτε μνέτω βοῶν· "Ἐγεῖρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός." Εἰ γὰρ καὶ κατεκοιμήθης ὡς ἄνθρωπος, καθάπερ ἄκρατόν τινα τὴν ἁμαρτίαν ἐμφορησάμενος, καὶ πρὸς μέθην ἐνεχθεὶς σκοτεινῶν ἐκθυμημάτων, ἀλλ' ἤδη σοι καιρὸς ἀνανῆψαι πρὸς σωτηρίαν. καὶ πρὸς τὸν τῆς δικαιο σύνης ἥλιον ἀνατεῖναι τὸν ὀφθαλμόν. Ὑποδέξεταί σε φιλάνθρωπος ὢν ὁ ∆εσπότης· ἐλεήσει καὶ δραπετεύ σαντα, οὐκ ἀποστρέψεται δακρύοντα, καθαρὸν ἀπο δείξει μεταγινώσκοντα, καὶ μεταστήσει πάλιν εἰς εὐσέβειαν. Ἔσται δὲ ἡμῖν καὶ νῦν ἐξ ὑποδειγμάτων ὁ περὶ τούτου λόγος. Τὸ γὰρ ἐν τοῖς τοιούτοις νοήμα σιν ἀδολεσχεῖν, πολύ τι τὸ χρήσιμον ἀπεργάζεται. ηʹ. Ὅτε τοίνυν τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλά ξαι τὸ γένος τὸ ἐξ Ἰσραὴλ ὁ Θεὸς ἐβούλετο, τότε τὸν ἱεροφάντην Μωσέα τρέχειν ἐκέλευσε πρὸς αὐτοὺς, τὴν φιλάνθρωπον τοῦ ∆εσπότου διερμηνεύσοντα βούλησιν. Ἐπειδὴ δὲ πρὸς τὴν τῶν ἀκροωμένων εὐπείθειαν ἐχρῆν ἀκολουθῆσαι καὶ τὴν διὰ τῶν σημείων ἐπίδει ξιν, λέγει πρὸς αὐτόν· "Τί τὸ ἐν τῇ χειρί σου; Ὁ δὲ εἶπε· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπὸ προσ ώπου αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτει νον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ." Ἀλλ', ὡς οἶμαι, διὰ τούτων ὁ μακάριος Μωσῆς ἐπαιδεύετο, ὅτιπερ οἱ τὴν Αἰγυπτίαν νοσήσαντες πλάνην, οἱ πολὺ πρὸς ἁμαρτίαν ἐκβεβηκότες, διὰ τῆς περὶ τὸ Θεῖον τιμῆς, 77.448 εἰς εὐσέβειαν μεταποιηθήσονται. Ἐβλάστησε μὲν γὰρ οἷά τις ῥάβδος ἀπὸ γῆς· ἀλλ' ὅτε πρὸς τὰ τῆς σαρκὸς ἀποκλίνας πάθη τρόπον τινὰ τῆς τοῦ νομοθέτου χει ρὸς ἀποπίπτει, τότε τὸν πρᾶον καὶ ἥμερον τρόπον ἀποβαλὼν, ὄφιος ἰοβόλος εὑρίσκεται, πικρὸς εἰς ἁμαρτίαν, δεινὸς εἰς ὀργήν. Ἐπαναλαβόντος δὲ αὐτοῦ τοῦ νομοθέτου πάλιν, ἔσται καλὸς εἰς τὸ ἀρχέτυπον τῆς ἀρίστης ἕξεως σχῆμα μεταμορφούμενος. Τὸ γὰρ τοῦ νομοθέτου πρόσωπον Μωσῇ περιθήσομεν. Ὅτι τοίνυν τὸν ἐκ ῥᾳθυμίας ἐφ' ἃ μὴ προσῆκεν ὀλισθή σαντα διανίστησι πάλιν καὶ μεταβάλλει Θεὸς, εἴη μὲν ἂν ἐκ τῶν εἰρημένων, ὥσγε πιστεύω, παντί τῳ κα ταφανές. Οὐδὲν δὲ ἧττον καὶ τῶν προφητῶν ἐπιμαρ τυρήσουσιν αἱ φωναὶ, ἄνω καὶ κάτω τοὺς ἁμαρτάνον τας ἐπιστρέφειν πρὸς Θεὸν συμβουλεύουσαι. Οὐδένα γὰρ ὁ φιλάνθρωπος ἡμῶν ∆εσπότης παραλέλοιπε καιρὸν, ὅτε μὴ πάντας ἐκάλει πρὸς σωτηρίαν. Ἔστι γοῦν ἀκοῦσαι καταπληττομένου τὸ σκληρὸν καὶ δυσ ήνιον, καὶ τὴν ἀμετάθετον τῶν ἁμαρτανόντων ἕξιν αἰτιωμένου. Ποτὲ μὲν γὰρ ἔλεγε· "Μὴ ἐμὲ οὐ φοβη θήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ὅριον τῇ θαλάσσῃ, πρόσ ταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό; Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος, καὶ ἀπειθής. Ἐξέκλιναν καὶ ἀπήλθοσαν, καὶ οὐκ εἶπαν τῇ καρδίᾳ αὐτῶν· Φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν." Ποτὲ δὲ δριμύτερον ἐπισκήπτων τοῖς ἀναιδέστερον δραπε τεύουσιν, ἔλεγε· "Εἰ ἀλλάξεται Αἰθίωψ τὸ δέρμα αὐτοῦ; καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά;" Ἐπὶ τοσοῦτον γὰρ ἐκράτη τοῦ γένους ὁ πάσης ἁμαρτίας πατὴρ, ὡς ὀλίγους εἶναι παντελῶς τοὺς τιμῶντας Θεὸν, καὶ τοῦ νομοθέτου μεμνῆσθαι δεῖν ἐγνωκότας. Ἀλλ' οὐκ ἀγῶνος ἡμῖ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.