Epistula canonica ad Domnum Epistle opening
Epistle.
Lemma-led open — ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ Κύριλλος ∆όμνῳ Α Περὶ τοῦ ἐπίσκοπον καθα
Greek
Epistula canonica ad Domnum ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ Κύριλλος ∆όμνῳ Α Περὶ τοῦ ἐπίσκοπον καθαιρεθέντα καὶ τοῦ ἱερουργεῖν παύεσθαι. Ἕκαστα τῶν καθ' ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρωνται κανονικῆς εὐταξίας , οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας , μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥ 277 περ ἂν γένοιτο περί τινων, ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι, τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατόν τε καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ δὲ κλαίοντος καὶ τῆς ἐκνεμηθείσης ἐκκλησίας αὐτῷ παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ' ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἢ γοῦν, εἴπερ ἦν ἄξιος τοῦ μὴ προεστάναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ
About this text
Cyril of Alexandria, Epistula canonica ad Domnum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Epistula canonica ad Domnum — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.