Encomium rem early
Rem early: Encomium; historia and theoria toward orthodox doctrine.
Greek
ουτε πελάγη θαλάττης, 77.1032 ουτε κυμάτων μαινομένων θυμὸς αγριος, οὐ ζαλώδεις τρισκυμίαι εἰς οκνον ἐνέβαλεν, ἀλλὰ τοῖς πιστοφόροις βήμασι σκιρτῶντες ἐνταῦθα γεγόνασι, πάντα οκνον καταλείψαντες διὰ πόθον, μᾶλλον δὲ φόβον Κυρίου, καὶ ἀναλαβόντες τὸν σταυρὸν ὡς σοφοὶ εκδικοι τῆς Θεοτόκου Μαρίας, ἐνταῦθα παραγεγόνασιν. ∆ιὸ καὶ θαῤῥοῦντες ταῖς εὐχαῖς αὐτῶν ταῖς ἁγίαις, ὀλίγα τινὰ χαιρετίσωμεν ταύτην τὴν πόλιν, καὶ ουτως ἐπὶ τὰ ἐγκώμια τῆς Θεοτόκου ἐκτενῶ μου τὸν λόγον. Χαίροις, ω ̓Εφεσίων πόλις, μᾶλλον δὲ θαλασσοθέα, διότι ἀντὶ λιμένων ἐπιγείων λιμένες ἀγγελικοὶ καὶ ἐπουράνιοι πρὸς σὲ παραγεγόνασιν. Χαίροις, τῆς ̓Ασιανῆς διοικήσεως τὸ καύχημα, οτι καθάπερ μαργαριτῶν τιμίων τοῖς τῶν ἁγίων ναοῖς κύκλῳ περιοικοδομῆσαι, καὶ νῦν ὑπὸ πολλῶν ἁγίων Πατέρων καὶ πατριαρχῶν
About this text
Cyril of Alexandria, Encomium in sanctam Mariam Deiparam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Encomium in sanctam Mariam Deiparam — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.