Dialogue with Nestorius · §dial-rem-mid

Dialogue rem mid

Rem mid: Dialogue; lemma continues; spiritual reading with the letter.

Greek

καὶ ἡ θεοπρεπὴς Παρθένος ετεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. {ΝΕΣΤ.} Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ εστιν ουν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; {ΚΥΡ.} ̔Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ενα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. {ΝΕΣΤ.} ∆ιαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. {ΚΥΡ.} ̔Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, οτι ̔Ο Λόγος σὰρξ ἐγένετο. {ΝΕΣΤ.} Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι ̓Ιησοῦν, πιστὸν οντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· οθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. {ΚΥΡ.} Παῦλος λέγει· Χριστὸς

About this text

Cyril of Alexandria, Dialogus cum Nestorio (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Dialogus cum Nestorio — new OET from PG 76 Greek.

Witnesses

  • Copy-text PG 76 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.