Dialogus cum Nestorio Dialogue opening
Dialogue.
Lemma-led open — ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ∆ΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤ
Greek
Dialogus cum Nestorio ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ∆ΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ. 76.249 {ΝΕΣΤΟΡΙΟΣ.} Οταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [η] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ η Κυρίου η ̓Ιησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οιόν τι λέγω· Οταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ξοδ. μηνύων] ὁ ̓Απόστολος, λέγει· ̓Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός· οὐκ ειπε δὲ, ̓Εξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ονομα τὸ μηνύον τὰς δύο γενέσεις, ητοι Θεὸν [ξοδ. Θεὸς] καὶ ανθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι εφησεν· ̔Υμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ ̔Υψίστου πάντες· οθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. {ΚΥΡΙΛΛΟΣ.} ̔Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων· ̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστι 76.252
About this text
Cyril of Alexandria, Dialogus cum Nestorio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Dialogus cum Nestorio — new OET from PG 76 Greek.
Witnesses
- Copy-text PG 76 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.