Against Julian · §prol-open

Contra Julianum Prologue opening

Prologue.

Address to Theodosius: imperial piety and Cyril’s books for God’s glory against Julian’s attack.

Greek

Contra Julianum Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Θεοδόσιον. prol. 1 Ἀξιάκουστα μὲν καὶ ἐξαίρετα καὶ πέρα λόγου παντὸς τὰ τῆς εὐαγοῦς ὑμῶν βασιλείας κατορθώματα καὶ τὸ ἀσύγκριτον εἰς εὐσέβειαν, ὥσπερ τινὰ κλῆρον εἰς ὑμᾶς ἄνωθεν καταβαίνοντα, τοῖς ἐκ φθόνου βέλεσιν ἀνίκητον τετηρήκατε διὰ τὸ ἐφ' ἅπασι τοῖς ἀρίστοις δεξιόν, καὶ πατρῷον ὑμῖν καὶ ἔτι παππῷον, ὡς ἔν γε τούτοις ὁρᾶται διαφανές. Καί μοι πρόκειται καὶ ἐφ' ὑμῖν αὐτοῖς τὰς τοῦ Σωτῆρος ἡμῶν ἁρμόσαι φωνάς· ἔφη γάρ· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· ἕπεται γάρ πως ἀεὶ τοῖς ἠρμένοις ὑψοῦ τὸ περίοπτον. Τί δ' ἂν γένοιτο τῇ ὑμετέρᾳ γαληνότητι τὸ ἰσοστατοῦν; Οὐδὲν παντελῶς· διελήλακε γὰρ εἰς λῆξιν τὴν ἀνωτάτω τῶν ὑμετέρων σκήπτρων τὸ εὐκλεές, τῇ μὲν τῆς εὐνομίας φαιδρότητι περιαστράπτον τὰ σύμπαντα, ἡμερότητι δὲ καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ κατευφραῖνον τὸν οὐρανόν, τουτέστι τὰς ἄνω τε καὶ λογικὰς ἐν οὐρανῷ δυνάμεις. Ἐστὲ γὰρ οὕτω κατ' ἄμφω τεθαυμασμένοι ὥστε καὶ ἰσάμιλλον τὴν ἐν αὐτοῖς ἔχοντες ἀρετὴν εὐφημίας ἁπάσης νενικήκατε τρόπον. Ἀναθήματα μὲν οὖν παρ' ἑτέρων τὰ εἰς ὑμᾶς, ὦ φιλόχριστε βασιλεῦ Θεοδόσιε, νίκαι, καὶ στέφανοι, καὶ φωναὶ χαριστήριοι, καὶ τὰ δι' ὧν ἂν οὐκ ἀπεοικότως τὰ βασιλέων κράτη καταγεραίροιντο. προλ.2 Ἔδει δὲ καὶ πρὸς ἡμῶν τῶν τὴν θείαν λαχόντων ἱερουργίαν προσκομίζεσθαι βίβλους τὰς ὑπέρ γε τῆς τοῦ Θεοῦ δόξης εὖ μάλα συντεθειμένας· φίλον γὰρ παρ' ὑμῖν ἀεὶ καὶ σύνηθες καὶ πολύευκτον ἀληθῶς τὸ συγκροτεῖν αὐτήν, καὶ τοὺς μὲν κατά τι γοῦν ὅλως ἐμπαροινοῦντας αὐτῇ βδελυρωτάτους ἡγεῖσθαι καὶ ἐν τῇ τῶν πολεμιωτάτων ποιεῖσθαι μοίρᾳ, τιμῆς δὲ ἁπάσης ἀξιοῦν τοὺς ὅσοιπερ ἂν τὰ εἰς δόξαν Θεοῦ φρονεῖν ἕλοιντο καὶ λαλεῖν. Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο φαίην ἂν εἶναι τὸ πλεονέκτημα, καὶ τοῖς ἀοιδίμοις ὑμῶν κορυφαῖς ὅτι μάλιστα πρεπωδέστατον. Ἔφη γάρ που ψάλλων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ὁ θεσπέσιος προφήτης ∆αβίδ· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλεον μίσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Ἔχει δὲ σφόδρα κατὰ τὸ εἰκὸς ὁ λόγος· ὥσπερ γάρ τις τῆς εἰς ὑμᾶς εὐνοίας ἐναργῆ ποιεῖται τὴν ἔνδειξιν τὸ ἀντιτετάχθαι φιλεῖν τοῖς οὐκ οἶδ' ὅπως ἐκ πολλῆς ἄγαν ἐμβροντησίας οὐκ ἀγαπᾶν ἑλομένοις, οὕτω τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἐκφήνειεν ἂν τὸ τοῖς τὰ αὐτοῦ διαβεβληκόσιν ἀντιφέρεσθαι νεανικῶς, μονονουχὶ βοῶντάς τε καὶ λέγοντας τὸ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ. Ὁποία δέ τίς ἐστιν ἡ τῶν παρ' ἐμοῦ λόγων εἰς ὑμᾶς ἀνάθεσις ἀναγκαῖον εἰπεῖν. προλ.3 Καί μοι νείματε συγγνώμην ἑλομένῳ λέγειν οὐ κατὰ βασιλέως μόνον, ἀλλ' ὑπέρ γε τῆς δόξης τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως συγκατάρχοντός τε τῶν ὅλων τῷ ἰδίῳ Πατρί, ᾧπερ ἂν πρέποι καὶ μόνῳ τὸ χρῆναι λέγειν· ∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι. Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἔστι τοίνυν ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τῶν ἱερῶν δογμάτων συνασπιστάς, ἡμᾶς δηλονότι, προκεχειρισμένους εἰς τοῦτο παρ' αὐτοῦ, τοῖς ἀδικεῖν ἐθέλουσι τὴν δόξαν αὐτοῦ τοὺς συναγορεύειν ἰσχύοντας ἀνταναστῆσαι λόγους καὶ οἵπερ ἂν γένοιντο πρὸς καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖς γε μὴν εὖ βεβηκόσι περὶ τὴν πίστιν ῥάβδος οἵα τις ἀνέχειν ἰσχύουσα πρός γε τὸ χρῆναι διαπεπῆχθαι μειζόνως καὶ ἀκράδαντον ἔχειν τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν. Τίς οὖν ἄρα ἐστὶν ὁ τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος; Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ καιροὺς οἱ πρός γε τοῦτο διὰ τῆς τοῦ διαβόλου σκαιότητος κατενηνεγμένοι, μάλιστα δὲ πάντων ὁ τῆς βασιλείας αὐχήμασιν ἐμπρέψας ποτὲ Ἰουλιανός, ἀγνοήσας δὲ τὸν τῆς βασιλείας καὶ τοῦ δύνασθαι κρατεῖν δοτῆρα Χριστόν. Ἦν μὲν γὰρ πρὸ τῶν τῆς βασιλείας καιρῶν τοῖς πιστεύσασιν ἐναρίθμιος, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ ἁγίου βαπτίσματος, ἐνήσκητο δὲ καὶ βίβλοις ταῖς ἱεραῖς. προλ.4 Ἀλλ' οὐκ οἶδ' ὅπως ἄνδρες αὐτῷ μιαροί τε καὶ δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασία καθῆκαν λόγους, εἶτα σύνοπλον εἰς τοῦτο λαβόντες τὸν Σατανᾶν παρεκόμισαν εἰς τὰ Ἑλλήνων ἔθη καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ἐν ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοι

About this text

Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.

English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.

Witnesses

  • Copy-text PG 76 — Contra Julianum (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.