Against Julian · §book2-rem-early

Book II rem early

Rem early: Book II; historia and theoria toward Christ.

Greek

δὴ οὖν οὐχὶ δήπου μόνον νοηθεῖεν ἂν οἱ κατά γε τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πάντα τὰ ἔθνη· Γαλιλαία γάρ, φησί, τῶν ἐθνῶν. Ἀσυμφανὲς οὖν ἄρα καὶ οὔπω σαφὲς κατὰ τίνων ἂν ἴοι πρεπωδέστερόν τε καὶ ἀληθέστερον ὁ λόγος αὐτῷ· πότερον καθ' ἡμῶν ἤγουν κατ' αὐτοῦ καὶ τῶν τὴν ἀπόπληκτον καὶ φίλην αὐτῷ δεισιδαιμονίαν τετιμηκότων; Γαλιλαῖοι γὰρ καὶ αὐτοί, μᾶλλον δὲ κατ' οὐδένα τρόπον ἐνδοιάσαι τις ἂν ὅτι ταῖς Ἑλλήνων ἐμβροντησίαις ἁρμόσειεν ἂν τῶν εἰρημένων ἡ δύναμις. 2.4 Ποῦ γὰρ τὸ μυθῶδες πολὺ καὶ ἀσύφηλον καὶ παιδαριῶδες, ψυχρόν τε καὶ εἰκαιόβουλον, καὶ ἀσυνεσίας ἁπάσης ἔμπλεων, πλὴν ὅτι παρὰ μόνοις αὐτοῖς, οἳ πολυτρόπως τερατευσάμενοι καὶ εἰς πίστιν ἀληθείας ἀγαγεῖν ἐπιχειροῦσι τὸ ψεῦδος; Ἀκαλλὲς δὲ οὕτω παρ' αὐτοῖς ἐστι καὶ πολὺ ὡς καὶ αὐτοὺς τοὺς ἐξειλεγμένους, ἄριστά τε φιλοσοφεῖν τὰ παρ' ἑαυτοῖς εἰωθότας, τῆς τῶν ποιητῶν οὐκ ἐνθέου μᾶλλον ἀλλ' ἐκτόπου μανίας πλείστην μὲν ὅσην ποιήσασθαι τὴν καταβοήν, πρέπει δὲ ὅτι τῆς παρ' αὐτοῖς τερθρείας ἀποφοιτᾶν ἀναφανδὸν εἰπεῖν. Οὐ γάρ τοι προσίεται τὰ Ὁμήρου Πλάτων θεοὺς καὶ θεὰς εἰσκεκομικότος, τοῦτο μὲν ἐπ' ἀσελγείᾳ κατεγνωσμένους καὶ ταῖς ἐξ ἀνθρώπων πλεονεξίαις ἠδικημένους, τοῦτο δὲ καὶ κλάοντας, καὶ τεθνεώτων αὐτοῖς τῶν ἐκ γένους ἀσχάλλοντας, καὶ τὸ ὤ μοι ἐγώ λέγοντας γυναικοπρεπῶς, διά τοι τὸ βούλεσθαι μὲν ἐξαρπάσαι θανάτου τινά, μὴ μὴν ἔτι δύνασθαι τοῦτο δρᾶν, ἀλλ' ἡττᾶσθαι Μοιρῶν καὶ Πεπρωμένῃ παραχωρεῖν, ὡς ἀλκιμωτέρᾳ δηλονότι καὶ αὐτοῦ τοῦ προὔχοντος τῶν ἄλλων θεῶν, ὃν δὴ καὶ ὕπατον καλοῦσι ∆ία. Ἀλλὰ γὰρ τὸ καὶ ἔτι δύνασθαι πλεῖστα λέγειν ἔν γε δὴ τούτῳ παρεὶς διὰ τὸ μὴ δοκεῖν ἀποφέρεσθαι τοῦ εἰκότος, ἐπὶ τὸν τῶν προκειμένων ἐπανήξω σκοπόν. 2.5 Ἑλλήνων ἐστὶ τὸ μυθῶδες, καὶ αὐτοὶ τὴν τερατολογίαν εἰς πίστιν ἀληθείας οὐκ ἐξ ἁπλῶν ἐννοιῶν, ἀνοσίως δὲ μᾶλλον καὶ φιλοκακούργως ἐξηυρημένων, ἐπενεγκεῖν ἐσπούδασαν καὶ κατὰ τῆς ἀρρήτου δόξης τοῦ πάντων κρατοῦντος Θεοῦ τὸ κακόηθες πλάσμα συντεθείκασι, καὶ ὥσπερ τινὰ παγὴν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν σκευωρίαν ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων. Καί, ὡς ὁ πάνσοφος γράφει Παῦλος, φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Ἵνα δὲ καὶ ταῖς αὐτοῦ παραχωρῶμεν ἐννοίαις, οὐχ ἑτέροις μᾶλλον ἐπαφιέντες τὸ εἰρημένον ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐῶντες ἐπιπηδᾶν, ἤγουν καθάπαξ αὐτῷ τε τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς ἁγίοις προφήταις, ἡκέτω, δεικνύτω σαφῶς τί τὸ πλάσμα τὸ κακούργως συντεθέν, ποίαν δὲ εἶναί φησι τὴν τερατολογίαν, καὶ τί τὸ φιλόμυθον καὶ παιδαριῶδες τῆς τῶν Χριστιανῶν θρησκείας. Ἆρα μύθους ἡμῖν συγγέγραφεν ὁ Μωσῆς ἕνα τὸν φύσει καὶ ἀληθῶς εἶναι Θεὸν λέγων, ἀγέννητον, ἀΐδιον, ἄφθαρτον, ἄποσον, ἀόρατον, ἀναλλοίωτον, ἀναφῆ, ζωὴν καὶ ζωοποιόν, σοφίαν, δύναμιν, γενεσιουργόν, βασιλέα, Κύριον τῶν ὅλων; Ἆρα διημάρτηκε τἀληθοῦς τῶν ἁγίων προφητῶν ὁ λόγος, τῶν μωσαϊκῶν δογμάτων κατ' ἴχνος ἰέναι διεσπουδακώς; Ἆρα τῶν ἁγίων ἀποστόλων ἑτεροτρόπως ἔχουσαν τὴν διδασκαλίαν εὑρήσομεν; Οὐ μὲν οὖν. 2.6 Εἶτα πῶς θεῖον μὲν ἔχειν οὐδὲν τὰ παρὰ τοῖς Γαλιλαίοις ἰσχυρίζεται, μύθους δὲ ἄλλως εἰκαίους καὶ τερατολογίας εἶναί φησι; Καίτοι τίς οὐκ ἂν συνομολογήσειεν ὡς οὐκ ἂν γένοιτό τι τὸ ἄμεινον ἀνθρώποις τοῦ διειδέναι καλῶς τε καὶ ἀπλανῶς τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ὄντα τῶν ὅλων ∆ημιουργὸν καὶ Κύριον; Φαῖεν δ' ἂν οἶδ' ὅτι καὶ αὐτοὶ τὸ κάλλιστον καὶ ἐξαίρετον τῆς φιλοσοφίας μόριον εἶναί τε καὶ λέγεσθαι τὸ θεωρητικόν, δι' οὗ τοῖς κατιδεῖν ἰσχύουσι νουνεχέστερον γένοιτ' ἂν μόλις, καὶ κατά γε τὸ ἀνθρώποις ἐφικτόν, ἁλώσιμα τὰ περὶ Θεοῦ. Ἐπειδὴ δὲ πεπεῖσθαί φησιν αὐτός, διδασκέτω πόθεν ἢ παρὰ τίνων. Μὴ γὰρ δὴ μόνος αὐχείτω τοῦτο εἰδέναι· ἀλλ' εἰ μὲν αὐτὸς ἐπείσθη καθ' ἑαυτὸν καὶ τοῦτο ἀπόχρη πρὸς ἐντελεστάτην ἀπόδειξιν ὡς γοῦν οἴεται καί φησι τοῦ μὴ εὖ ἔχειν τὰ Χριστιανῶν, ὅτι μὲν λῆρος τὸ χρῆμα αὐτῷ παρήσω λέγειν· πλὴν ἐντρυφάτω μόνος τοῖς καθ' ἡμῶν, οὐ γάρ τοι οὕτω πολεμιωτάτῳ χρησόμεθα δικαστῇ. Εἰ δὲ δεῖν οἴεται τοὺς τῶν εὐθυνόντων λόγους, οὕπερ ἂν γένοιντο κατά τινων, ἀληθεῖς εἶναι καὶ οὐκ ἐψευσμένους, μὴ αὐτὸς ἑαυτὸν πεπεῖσθαι λεγέτω μόνος, ἀλλ' ἐλεγχέτω διὰ πραγμάτων. Ὅτι δὲ μᾶλλον ἑαυτὸν ἐν δίκῃ, καὶ οὐχ ἡμᾶς, ἐπὶ τῇ μυθοπλαστίᾳ γράψεται, καὶ οὐκ ἀνύποπτον ἔχει τὸ ἔγκλημα, δι' ὧν ἔφη πάλιν εἰσόμεθα. {ΙΟΥΛΙΑΝΟΣ} 2.7 Μέλλων δὲ ὑπὲρ τῶν παρ' αὐτοῖς λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν, μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν πρώτων ἀπολογήσωνται· ἄμεινον μὲν οὕτω καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν ὅταν τι τῶν παρ' ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ' ἡμῶν εὐθύνας ἀπολογοῦνται μηδὲ ἀντικατηγορεῖν. {ΚΥΡΙΛΛΟΣ} Ἄγλωττον οὖν, εἰπέ μοι, τὸν παρὰ σοῦ διωκόμενον εἶναι χρή, καὶ σιωπῶντα κελεύεις ἁλῶναι τὸν φεύγοντα, καὶ οὐδενὸς τὸ παράπαν τῶν σῶν διαμνημονεύσαντα διακυροῦν ἑλέσθαι καθ' ἑαυτοῦ τὴν γραφήν; Καίτοι τὸ μὴ βούλεσθαί τι λέγειν ἡμᾶς τῶν σῶν δεδιότος ἐστὶ τὸν ἔλεγχον καὶ τῆς ἐν αὐτοῖς αἰσχρότητος οὐκ ἠγνοηκότος τὸ ἀτερπές. Εἰ μὲν οὖν αὐτὸς τῆς Χριστιανῶν καταγορεύων θρησκείας οὐκ ἐπαίνου παντὸς ἀξιοῖ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ἀνταπαιτείτω τὸ ἴσον· εἰ δὲ δὴ τοῖς καθ' ἡμῶν ἐναβρύνεται λόγοις καὶ τὴν ἀμείνω δόξαν ἀνάπτει ταῖς ἑαυτοῦ δυσβουλίαις, τὰ Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες τοὺς ἐπ' αὐτῷ δὴ τούτῳ ποιούμεθα λόγους; 2.8 Εἰ μὲν οὖν ἀφέντες τὸ χρῆναι τοῖς σοῖς ἀντιφέρεσθαι λόγοις ἐπί γε τὸ δεῖν τῶν ἑλληνικῶν διαμεμνῆσθαι μόνων παρατετράμμεθα, φαίην ἂν ὅτι καλῶς καὶ οὐκ ἔξω τοῦ εἰκότος ὁ ἐπ' αὐτῷ δὴ τούτῳ πεποίηται λόγος αὐτῷ· ἀπολογουμένοις δὲ καὶ ὑπαντᾶν ἐθέλουσι πρὸς πᾶν ὁτιοῦν τῶν παρ' αὐτοῦ λεγομένων πῶς ἂν ἔτι δικαίως ἐπιτιμήσειεν, εἰ τοῖς ἑαυτῶν συνειπεῖν ᾑρημένοι καὶ τῆς Ἑλλήνων δυσσεβείας τὸ αἶσχος ἀπογυμνοῦν σπουδάζομεν; Ὥσπερ γὰρ τῶν χρωμάτων ἐν τοῖς ἑτεροειδέσι τὴν ὄψιν ἐκφανεστέραν ἔστιν ἰδεῖν (Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησί), κατὰ τὸν αὐτόν, οἶμαι, τουτονὶ τρόπον καὶ τὰ ἐμπεφυκότα κάλλη ταῖς ἀρεταῖς ταῖς τῶν ἀμαθεστέρων διανοίαις γένοιτ' ἂν οὐχ ἑτέρως ἐμφανῆ πλὴν ὅτι διὰ μόνης τῆς τῶν ἐναντίων αἰσχρότητος. Ἀναπείθει γὰρ τοῖς ἀμείνοσι τὴν τοῦ χρῆναι νικᾶν ἀπονέμειν ψῆφον τὸ τῆς φαυλότητος ἀκαλλές· διὰ τοῦτο καὶ μάλα εἰκότως δέδιε μὲν τὰ οἰκεῖα καὶ εἰς μέσον ἥκειν οὐκ ἐᾷ τὰ ἐφ' οἷς αἰσχύνεται, σιωπᾶν δὲ κελεύει καὶ τοῦτο εὐθυνομένους, αἰτιᾶται δὲ καὶ καθ' ἑτέρους τρόπους ἡμᾶς οὕτω λέγων· 2.9 {ΙΟΥΛΙΑΝΟΣ} Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια Θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίας ὄντας αἱρέσεως, ἀνθ' ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ' ἐκείνοις, καὶ ἐπὶ τούτῳ τί δή ποτε μηδὲ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο, ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων, οὔτε τῶν παρ' ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωσέως Ἑβραίοις, ἀπ' ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τοῖς ἔθνεσιν ὥσπερ τινὰς κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ' ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν ἀρίστην θεοσέβειαν ὀνομάζεσθαι ἠθέλησαν. {ΚΥΡΙΛΛΟΣ} Ὁ δὴ χρῆναι λέγων τοὺς ἐντυγχάνοντας αἷς ἂν καθ' ἡμῶν ποιοῖτο συκοφαντίαις, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν, ἐπαγγέλλεται σαφῶς ἐν τούτοις παρατιθέναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα. Ἆρ' οὖν ὁ τῆς ἀντιπαραθέσεως τρόπος ὅποι ποτὲ βλέπει; Καὶ τίς ἂν εἴη σκοπὸς αὐτῷ τοῖς Ἑλλήνων δόγμασιν ἀντιπαρεξάγοντι τὰ Ἑβραίων ἤγουν τὰ Χριστιανῶν; 2.10

About this text

Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.

English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.

Witnesses

  • Copy-text PG 76 — Contra Julianum (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.