Against Julian · §book1-rem-mid

Book I rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

τος Πειρίθου παρατυχὼν Ἡρακλῆς Θησέα ἐρρύσατο· διὸ καὶ ἐξ ᾅδου φυγεῖν μυθολογοῦσιν αὐτόν. ∆ιακοσιοστῷ ἐνενηκοστῷ ἔτει, Περσεὺς ∆ιόνυσον ἀναιρεῖ, οὗ καὶ τὴν ταφὴν εἶναί φασιν ἐν ∆ελφοῖς παρὰ τὸν χρυσοῦν Ἀπόλλωνα. Τριακοσιοστῷ πεντηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα, βασιλεύει Πρίαμος μετὰ Λαομέδοντα. Τετρακοσιοστῷ δεκάτῳ ἔτει μετὰ Μωσέα, πεπόρθηται τὸ Ἴλιον, ἰθύνοντος τὰ Ἑβραίων Ἐσσεβών, τὰ δὲ Ἀργείων Ἀγαμέμνονος, τὰ δε Αἰγυπτίων Οὐαφρῆ, τὰ δὲ Ἀσσυρίων Ταυτάνου. 1.13 Συνάγεται τοίνυν ἀπὸ τῆς Μωσέως γενέσεως μέχρι τοῦ ἁλῶναι τὸ Ἴλιον ἔτη τετρακόσια δέκα. Καί μοι πάλιν ἄθρει τοὺς καθεξῆς· ἐρῶ γὰρ ἐπιδρομάδην, οὐ τοῖς διὰ μέσου γεγονόσιν ἐμφιλοχωρῶν, ἐφορμίζων δὲ μᾶλλον τοῖς ἀναγκαίοις τῶν προσώπων τὸν λόγον. Τοίγαρτοι πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως βεβασίλευκε Λατίνων Αἰνείας, Ἀθηναίων δὲ ∆ημοφῶν ὁ Θησέως, κριτὴς δὲ ἦν παρ' Ἑβραίοις ὁ Σαμψών. Ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως τετέλευκε μὲν ὁ ἱερεὺς Ἠλεί, κατά γε τὸ γεγραμμένον ἐν τῇ πρωτῇ τῶν Βασιλειῶν· ἀλλόφυλοι δὲ τὴν κιβωτὸν εἰς τὴν ἑαυτῶν ἀπεκόμισαν, προφητεύοντος μὲν τοῦ μακαρίου Σαμουήλ, κεχρισμένου δὲ λοιπὸν εἰς βασιλέα τοῦ Σαούλ. Ἑκατοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίουἁλώσεως, Ὅμηρον καὶ Ἡσίοδόν φασι γενέσθαι, βασιλεύοντος Λακεδαιμονίων Λαβώτου, Ἀσσυρίων δὲ Λαοσθένους, Λατίνων Ἄλβα Σιλουίου, Κορινθίων Ἀγελάου. ∆ιακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ἠλίας καὶ Ἐλισσαῖος, διέποντος, τὴν Ἑβραίων βασίλειαν τοῦ Ἰωράμ, Λακεδαιμονίων δὲ Ἀρχελάου. Τριακοσιοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Λυκοῦργος Λακεδαιμονίοις ἐνομοθέτει, βασιλεύοντος Κορινθίων μὲν Ἀγήμονος, Λατίνων δὲ Πρόκα Σιλουίου. Τριακοσιοστῷ καὶ ὀγδοηκοστῷ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶ Φασὶ δέ τινες οὐχ ὁμόχρονον Ὁμήρῳ τὸν Ἡσίοδον εἶναι, ἀλλ'ἐν τούτοις γενέσθαι τοῖς χρόνοις, διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου. 1.14 Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος ἔτη πέντε καὶ τετρακόσια, ἀπὸ δὲ τῆς Μωσέως γενέσεως ἕως τῆς αὐτῆς πρώτης ὀλυμπιάδος πεντεκαίδεκα ἔτη καὶ ὀκτακόσια. Πρώτῃ ὀλυμπιάδι, Μιλήσιος ἐποποιὸς Ἀρκτῖνος λέγεται γεγονέναι, καὶ Ῥῶμος καὶ Ῥωμύλος ἐγενέσθην, βασιλεύοντος τῆς Ἰουδαίας Ἰωάθαμ, τοῦ δὲ Ἰσραὴλ Φακεέ. Ἐννάτηὀλυμπιάδι Εὔμηλον ἐποποιὸν γενέσθαι φασί, καὶ σίβυλλαν τὴν Ἐρυθραίαν. Ἑπτακαιδεκάτῃ ὀλυμπιάδι σιβύλλαν ἣν καὶ Ἡροφίλαν ὠνόμαζον γενέσθαι φασίν. Εἰκοστῇ τρίτῃ ὀλυμπιάδι φασὶ γενέσθαι Ἀρχίλοχον, τὰ Ἰουδαίων κράτη διέποντος Μανασσῆ. Εἰκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἱππώνακτα καὶ Σιμωνίδην φασὶ γνωρίζεσθαι, καὶ τὸν μουσικὸν Ἀριστόξενον. Τριακοστῇ πέμπτῃ ὀλυμπιάδι Θαλῆς Ἐξαμύου Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος γενέσθαι λέγεται, παρατεῖναι δὲ τὴν ζωὴν αὐτοῦ φασιν ἕως πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος. Τριακοστῇ ἕκτῃ ὀλυμπιάδι προεφήτευον ἐν τῇ Ἰουδαίᾳ ὁ θεσπέσιος Ἰερεμίας, ἔτι τε καὶ Σοφονίας. Τεσσαρακοστῇ δευτέρᾳ ὀλυμπιάδι Ἀλκμαίων καὶ Πιττακὸς ὁ ἐκ Μιτυλήνης τῶν ἑπτὰ σοφῶν, καὶ πρὸς τούτοις ἔτι Στησίχορος ὁ ποιητὴς ἐγνωρίζετο. Κατ' αὐτοὺς δὲ τούτους τοὺς καιροὺς γεγόνασιν οἱ περὶ τὸν μακάριον ∆ανιήλ. 1.15 Τεσσαρακοστῇ ἕκτῃ ὀλυμπιάδι Σόλων νενομοτέθηκε, τοὺς ∆ράκοντος νόμους περιελὼν πλὴν τῶν φονικῶν. Τεσσαρακοστῇ ἐννάτῃ ὀλυμπιάδι, Ἰουδαίων ὄντων ἐν Βαβυλῶνι, ἤτοι ἐν ὄρεσι Περσῶν καὶ Μήδων (γεγόνασι γὰρ αἰχμάλωτοι), προεφήτευον παρ' αὐτοῖς ∆ανιὴλ καὶ Ἰεζεκιήλ. Πεντηκοστῇ ὀλυμπιάδι ἐγνωρίσθησαν οἱ ἑπτὰ σοφοὶ καὶ ὁ Μιλήσιος Ἀναξίμανδρος, φιλόσοφος φυσικός. Πεντηκοστῇ ἕκτῃ ὀλυμπιάδι, Κύρου διέποντος τὰ κράτη Περσῶν, προεφήτευον Ἀγγαῖος καὶ Ζαχαρίας, γνώριμοι δὲ ἦσαν ἤδη Σιμωνίδης καὶ Χίλων, τῶν ἑπτὰ σοφῶν ὄντες. Πεντηκοστῇ ὀγδόῃ ὀλυμπιάδι Θέογνις ποιητὴς ὠνομάζετο. Πεντηκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἰβυκὸς ὁ μελοποιὸς καὶ Φερεκύδης ὁ ἱστοριογράφος καὶ Φωκυλίδης καὶ Ξενοφάνης, τραγῳδιῶν ποιηταί, γεγόνασι. Ἑξηκοστῇ δευτέρᾳ ὀλυμπιάδι Πυθαγόρας γενέσθαι λέγεται. Ἑβδομηκοστῇ ὀλυμπιάδι φασὶ γενέσθαι ∆ημόκριτον καὶ Ἀναξαγόραν, φιλοσόφους φυσικούς, ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. Ἑβδομηκοστῇ τετάρτῃ Φρύνιχος καὶ Χοιρίλος καὶ ∆ιαγόρας, φιλόσοφοι φυσικοί. Ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι γενέσθαι φασὶ τὸν Ἀβδηρίτην ∆ημόκριτον, Ἐμπεδοκλέα τε καὶ Ἱπποκράτην, καὶ Πρόδικον, Ζήνωνα καὶ Παρμενίδην. Ὀγδοηκοστῇ ὀγδόῃ ὀλυμπιάδι τὸν κωμῳδὸν Ἀριστοφάνην, Εὔπολίν τε καὶ Πλάτωνα γενέσθαι φασίν. Ἑκατοστῇ τρίτῃ ὀλυμπιάδι Ἀριστοτέλην φασὶν ἀκροᾶσθαι Πλάτωνος, βραχεῖαν ἄγοντα κομιδῇ τὴν ἡλικίαν. Ἑκατοστῇ δωδεκάτῃ ὀλυμπιάδι Ἀλεξανδρείαν τὴν πρὸς Αἴγυπτον κτισθῆναί φασιν, ἔτει ἑβδόμῳ τῆς Ἀλεξάνδρου βασιλείας· κατ' ἐκεῖνο δὲ τοῦ καιροῦ Ἀναξιμένης τε καὶ Ἐπίκουρος ἐγενέσθην οἱ φιλόσοφοι. 1.16 Ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Πτολεμαίου τῆς Αἰγύπτου βασιλεύοντος τοῦ ἐπίκλην φιλαδέλφου, τὸν Σάραπιν ἐν Ἀλεξανδρείᾳ φασὶν ἐλθεῖν ἐκ Σινώπης, τὸν αὐτὸν δὲ εἶναι τῷ Πλούτωνι· ὅθεν καὶ ἱερὸν ἐκτίζετο τῷ ἀγάλματι, ὃ καὶ τῇ ἐγχωρίῳ φωνῇ καλοῦσιν οἱ Αἰγύπτιοι Ῥάκωτιν, οὐδὲν ἕτερον ἢ τὸν Πλούτωνα διὰ τούτου σημαίνοντες· ταύτητοι καὶ τοῖς μνήμασι γείτονα τὸν νεὼν ἐποιήσαντο. Ἀμφιβάλλεται δὲ παρ' Ἕλλησιν ὁ ἐπ' αὐτῷ λόγος· οἱ μὲν γὰρ οὐκ ἀξιοῦσιν εἶναι Πλούτωνα αὐτόν, Ὄσιριν δὲ μᾶλλον, ἕτεροι δὲ τὸν Ἄπιν. Πολλῆς τοίνυν διαμάχης οὔσης περὶ τούτου, ἱδρύσαντο, φασί, τὸ εἴδωλον ὥσπερ ἐξ ἑνὸς συνθήματος συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τὸ δὲ μακρὸν ἔθος, ἀποβεβληκὸς τὸ ΟΣΙ, Σάραπιν τὸ βρέτας ἐποίησεν ὀνομάζεσθαι. Πτολεμαῖος δὲ οὑτοσί, τῶν ὅτι μάλιστα φιλολογωτάτων γεγονώς, ἕνα τῶν ἐπιτηδείων αὐτῷ πέπομφεν εἰς Ἰουδαίαν, Ἐλεαζάρῳ τῷ τηνικάδε κατὰ νόμους ἱερεῖ γράψας ὥστε πάντα τὰ βιβλία Μωσέως τε καὶ τῶν ἁγίων προφητῶν ἀποστεῖλαί οἱ μαθητιῶντι λίαν, συνεκπέμψαι δὲ καὶ τοὺς δυναμένους εἰς ἑλλάδα φωνὴν αὐτὰ μεταθεῖναι· ὃ δὴ καὶ γέγονεν. Ἑκατοστῇ ἐνενηκοστῇ τετάρτῃ ὀλυμπιάδι, Ῥωμαίων Αὐγούστου Καίσαρος βασιλεύοντος, γεγέννηται κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. 1.17 Ἀπὸ μὲν τοίνυν τῆς τῶν καιρῶν καὶ μέντοι τῆς τῶν γενεαλογιῶν ἀκριβοῦς ἀναγραφῆς, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἁπάντων μὲν τῶν παρ' Ἕλλησι σοφῶν ὁ θεσπέσιος Μωσῆς πρεσβύτατος ἦν, οἱ δὲ νέοι τε καὶ οἷον ἀρτιφανεῖς; Ἀρξαμένης γὰρ τῆς τῶν ὀλυμπιάδων ἀπογραφῆς χρόνοις ὕστερον γεγόνασι μακροῖς. Ἐντεῦθεν, οἶμαι, καταθρῆσαί τε ῥᾷον καὶ ἀληθὲς εἰπεῖν ὅτι τῶν Μωσέως δογμάτων οὐκ ἀμοιρήσαντες παντελῶς, οὔτε μὴν ἀνήκοοι γεγονότες τῆς ἐνούσης αὐτῷ θεοσδότου καὶ ἀκιβδήλου σοφίας, παρατρύζουσιν ἔσθ' ὅτε τὸ ἀληθές, ἐπιπλέκοντες αὐτῷ τὸ ψεῦδος καὶ οἷον εὐοσμοτάτῳ μύρῳ βόρβορον ἀναφύροντες. Ποῖον γὰρ μάθημα σοφόν τε καὶ ἀξιόληπτον τοῖς μωσαϊκοῖς οὐκ ἔνεστι λόγοις; ἢ πῶς ἄν τις οὐκ ἀγάσαιτο τὰ αὐτοῦ; Οἱ μὲν γὰρ τὰς Ἑλλήνων περιεργίας ἠκριβωκότες διῃρῆσθαί φασι τὴν φιλοσοφίαν εἴς τε τὴν θεωρητικὴν ἐπιστήμην καὶ μέντοι τὴν πρακτικήν, κἂν εἰ γένοιτό τις ἐπ' ἄμφω δέξιος, τοῦτον διελάσαι φασὶν εἴς γε τὸ εὖ κατορθῶσαι δοκεῖν τὴν φιλοσοφίαν. Ἄθρει δὴ οὖν, ἄθρει τοιοῦτον ὄντα Μωσέα· θεηγορεῖ γὰρ ὡς οὐχ ἕτερός τις τὰ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ἀσυγκρίτου δόξης καὶ τῆς κατὰ πάντων ὑπεροχῆς, καὶ τῶν ὅλων γενεσιουργὸν καὶ κύριον τὸν ἕνα καὶ μόνον ἀποφαίνει Θεόν. Οἷς γε μὴν ἐν λόγῳ τὸ ἀγαθὸν καὶ τὸν τῆ εὐζωΐας ἐσπούδασται χρῆμα, τούτοις ὁρᾶται θεσμοθετῶν τὰ πάντων ἄριστα καὶ ἐξαίρετα καὶ τὰ δι' ὧν ἂν εἶεν ὅ τι μάλιστα σεπτοί. 1.18 Ἀλλ' ἴσως ἐρεῖ τις· Ναὶ μὲν δὴ πρεσβύτερα τὰ Μωσέως καὶ τῶν παρ' Ἕλλησι σοφῶν· οὐ μὴν ἔτι καὶ ἀληθὲς εἰπεῖν ὡς τῆς ἐνούσης αὐτῷ σοφίας παρακλέψαντες ἤγουν μεταποιηθέντες ὅλως ἁλοῖεν ἄν. Οὐκοῦν εἰ μὴ πολὺ τὸ εἰκὸς ὁ πρὸς ἡμῶν ἔχει λόγος δοκιμαζέτωσαν οἱ φιλακροάμονες. Οἱ μὲν παρ' ἐκείνοις ἱστοριογράφοι, πᾶσαν ὡς ἔπος εἰπεῖν περινοστοῦντες τὴν γῆν, ἀεί τι μανθάνειν ἤθελον ἵνα δοκοῖεν εἰδέναι τὰ πολλά· τὸ γάρ τοι τῶν γεγονότων ἀποσιγῆσαι μηδὲν κόσμημα τῆς ἑαυτῶν ἐποιοῦντο συγγραφῆς. Εἶτα πῶς οἵ γε τοιοῦτοι καὶ χρηστομαθεῖν εἰωθότες κατημέλησαν ἂν τοῦ χρῆναι διαμαθεῖν ἱστορίας οὕτω σεμνάς, δογμάτων τε καὶ νόμων ἀρχαιοπρ

About this text

Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.

English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.

Witnesses

  • Copy-text PG 76 — Contra Julianum (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.