On Adoration and Worship in Spirit and Truth, Book 2 · §14

Who has seen me has seen the Father; Leah and Rachel

—being contemplated. And to Jews thinking they have seen the Father, it was said wisely by Christ: ‘Neither have you seen his form, nor have you heard his voice.’ And to Philip inquiring very eagerly, and asking more thickly than was needful, yet from love of learning, and saying: ‘Lord, show us the Father, and it is enough for us,’ Christ answered: ‘So long a time I am with you, and you have not known me, Philip? The one who has seen me has seen the Father. Do you not believe that I am in the Father, and the Father is in me?’ And that the contemplation and tutoring through the commandment according to Law is not very strong, nor sufficient unto a precise and blameless showing of God, we will see as in shadow and riddle also through Laban’s two daughters. For it is written that Laban had two daughters; the name of the greater Leah, and the name of the other Rachel. And Leah’s eyes were weak, but Rachel was beautiful in form and very timely in appearance; and the patriarch Jacob was attached to Rachel, yet led Leah before her. The type having moved into the truth, you will see Christ’s mystery. For there are two women called unto spiritual kinship and fitted to him: an elder, the first, and through Moses as in the person of the Jew—

—ish synagogue. And to take out of a diabolical net is not Moses, or Law, but Moses’ Master — that is, Christ — and the power of the mystery according to him. And so, God saying: ‘Seeing I have seen the affliction of my people in Egypt, and I have heard their cry from the taskmasters; for I know their pain, and I have come down to take them out of the Egyptians’ hand, to lead them out of that land into a good and large land, into—

Greek

καταθεώμεθα κάλλος. Καὶ οἰομένοις μὲν Ἰουδαίοις ὅτι τεθέανται τὸν Πατέρα, σοφῶς ἐλέγετο παρὰ Χριστοῦ· «Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε.» Φιλοπευστοῦντι δὲ τῷ Φιλίππῳ λίαν, καὶ παχύτερον μὲν ἢ ἐχρῆν, ἐκ φιλομαθείας δ' οὖν ὅμως ἐρομένῳ καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἀπεκρίνατο Χριστός· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Ὅτι δέ ἐστιν οὐκ εὐσθενὴς ἄγαν, οὔτε μὴν ἱκανὴ πρὸς Θεοῦ κατάδειξιν ἀκριβῆ καὶ ἀμώμητον, ἡ διὰ τῆς κατὰ νόμον ἐντολῆς θεωρία τε καὶ παίδευσις, ὡς ἐν σκιᾷ καὶ αἰνίγματι καὶ διὰ ταῖν δυοῖν τοῦ Λάβαν ὀψόμεθα θυγατέροιν. Γέγραπται γὰρ, ὅτι Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ ἑτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ προσέκειτο μὲν τῇ Ῥαχὴλ ὁ πατριάρχης Ἰακὼβ, ἠγάγετο δὲ πρὸ αὐτῆς τὴν Λείαν. Μετοιχομένου δὴ οὖν εἰς τὸ ἀληθὲς τοῦ τύπου, τὸ Χριστοῦ κατόψει μυστήριον. Δύο γάρ εἰσιν αἱ πρὸς οἰκειότητα κεκλημέναι τὴν πνευματικὴν ἡρμοσμέναι τε αὐτῷ γυναῖκες· πρεσβυτέρα μὲν, ἡ πρώτη, καὶ διὰ Μωσέως ὡς ἐν προσώπῳ τῆς Ἰουδαίων συναγωγῆς, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ διὰ φωνῆς προφητῶν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ' ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν.» Δευτέρα δὲ ἦν ἡ νεᾶνις καὶ ἐκπρεπεστέρα, τοῦτ' ἔστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ θεῖος ἔφη Δαβίδ· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.» Εἴρηται δέ που πρὸς αὐτὴν καὶ τὸ, «Οἱ ὀφθαλμοί σου περιστεράς.» Νοητὸν δὲ δή που καὶ ὑπερκόσμιον ἀληθῶς τῆς Ἐκκλησίας τὸ κάλλος. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, Ἐσεβών.» Τὸ δὲ, Ἐσεβὼν, ἔσωθέν ἐστιν Ἑβραίων φωνῇ· σώματος μὲν γὰρ ὀφθαλμοῖς οὐχ ἁλώσιμον, καθαροῦ δὲ νοῦ προσβολαῖς εὐκάτοπτον. Ἢ οὐχ ὧδε ἔχει;

{ΠΑΛΛ.} Πάνυ μὲν οὖν.

{ΚΥΡ.} Οὐκοῦν οὐ διὰ τῆς κατὰ νόμον παιδαγωγίας κατίδοι τις ἂν τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος, ἐν Χριστῷ δὲ μᾶλλον καὶ τοῖς δι' αὐτοῦ παιδεύμασιν.

{ΠΑΛΛ.} Ἀληθές.

{ΚΥΡ.} Ἱκανὸς δὲ πρὸς λύτρωσιν, ὦ Παλλάδιε, καὶ πρός γε τὸ δύνασθαι χειρός τε καὶ τυραννίδος ἐξελέσθαι διαβολικῆς, οὐχὶ Μωσῆς, ἢ νόμος, ἀλλ' ὁ Μωσέως Δεσπότης, τοῦτ' ἔστι Χριστὸς, καὶ μυστηρίου τοῦ κατ' αὐτὸν ἡ δύναμις. Καὶ γοῦν Θεοῦ λέγοντος· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, εἰς

About this text

Cyril continues the dialogue with Palladius on worship in spirit and truth. Book 2 of a seventeen-book dialogue — not the whole work.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 2 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 2 (Aubert reprint) (Greek · Book 2)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 2)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.