On Adoration and Worship in Spirit and Truth, Book 14 · §28

Carcass of clean cattle still defiles until evening wash

Cyril: And if there should die of the cattle which are for you to eat, the one touching their carcasses will be unclean until evening; and the one eating from their carcasses will wash garments and be unclean until evening; and the one lifting their carcasses will wash garments and be unclean until evening.

Palladius: So even of clean kinds, death pollutes the touchers.

Cyril: Yes—teaching that even permitted things, once dead to the Spirit's life, defile sharers until the evening cleansing in Christ (Leviticus 11:39–40).

Greek

{ΚΥΡ.} Τί δὲ, οὐχὶ κἀκεῖνο δὴ τουτοισὶν ἐποίσομεν ἄν;

{ΠΑΛΛ.} Τὸ ποῖον;

{ΚΥΡ.} Καταφοιτήσειν μέλλοντος ἐν εἴδει πυρὸς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ, προσετάττετο Μωσῆς εὐτρεπῆ πρὸς θεοπτίαν ἀποφῆναι τὸν Ἰσραήλ. Τόν γε μὴν τῆς ἑτοιμασίας τρόπον, αὐτὸς ὁ πάντων ἐθεσμοδότει Δεσπότης. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· «Καταβὰς, διαμάρτυρε τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον, καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἕτοιμοι ἔστωσαν εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Προαγνίζεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς οἵπερ ἂν εἶεν τῆς πρὸς Θεὸν οἰκειότητος ἐρασταὶ, καὶ οἷς ἂν γένοιτο σκοπὸς τὸ οἱονεὶ παρεστάναι καὶ λειτουργεῖν αὐτῷ διὰ τῆς εἰς πᾶν ἀγαθὸν ἀλκῆς τε καὶ προθυμίας. Εἴη δ' ἂν ὁ τοιόσδε λοιπὸν, οὐκ ἀνικάνως ἔχων, καὶ πρός γε τὸ δεῖν καὶ αὐτὸν ἤδη πως καταθρῆσαι Θεὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Προήκοντα δὲ καὶ εἰς τοῦτο λαμπρότητος κατόψει δὴ πάλιν καὶ αὐτὸν, εἴπερ ἕλοιο, τὸν θεσπέσιον Ἀβραάμ. Καὶ φέρε δὴ λέγωμεν ἀνὰ μέρος τὰ ἐπ' αὐτῷ. Γέγραπται γὰρ ὡδί· «Καὶ εἷπε Κύριος πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ, εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν, εἰς τὰς γενεὰς ὑμῶν, καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον, καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.» Εἶτά φησιν, ὅτι «Καὶ ἔλαβεν Ἀβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους αὐτοῦ, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ, καὶ περιέτεμε τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.» Ποῖον οὖν ἄρα τῆς ὑπακοῆς τὸ γέρας, ὤνησε δὲ κατὰ τίνα δὴ τρόπον ἡ περιτομὴ, διὰ τῶν ἐφεξῆς εἰσόμεθα. «Ὤφθη γὰρ αὐτῷ,» φησὶν, «ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν αὐτοὺς, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύ

About this text

Cyril continues the dialogue with Palladius. Book 14 of a seventeen-book dialogue — not the whole work.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 14 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 14 (Aubert reprint) (Greek · Book 14)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 14)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.