Theophilus of Antioch — To Autolycus 2.22

Theophilus of Antioch · To Autolycus · c. 180

You will say to me: You say God must not be contained in a place, and how do you now say he walked in paradise? Hear what I say. God and Father of all is uncontainable and is not found in a place; for there is no place of his rest. But his Word, through whom he made all things, being his power and wisdom, assuming the person of the Father and Lord of all, came into paradise in the person of God and conversed with Adam.

Greek

Ἐρεῖς οὖν μοι· Σὺ φῂς τὸν θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; Ἄκουε ὅ φημι. Ὁ μὲν θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστιν καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστιν τόκος τῆς καταπαύσεως αὐτοῦ. Ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκεν, δύναμις ὢν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν· παράδεισον ἐν προσώπῳ τοῦ θεοῦ καὶ ὡμίλει τῷ Ἀδάμ. Καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι. Φωνὴ δὲ τί ἄλλο ἐστὶν ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ θεοῦ, ὅς ἐστιν καὶ υἱὸς αὐτοῦ; Οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον τὸν ὄντα διὰ παντὸς ἐνδιάθετον ἐν καρδίᾳ θεοῦ. Πρὸ γάρ τι γίνεσθαι τοῦτο εἶχεν σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. Ὁπότε δὲ ἠθέλησεν ὁ θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησεν προφορικόν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας καὶ τῷ λόγῳ αὐτοῦ διὰ παντὸς ὁμιλῶν. Ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ καὶ πάντες αἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἧν ὁ θεὸς καὶ ἐν αὐτῷ ὁ λόγος. Ἔπειτα λέγει· Καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν. Θεὸς οὖν ὢν ὁ λόγος καὶ ἐκ θεοῦ πεφυκώς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων πέμπει αὐτὸν εἴς τινα τόπον, ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.

← Incarnation — Word Made Flesh