Hippolytus — Refutation of All Heresies 10.34

Hippolytus · Refutation of All Heresies · c. 220–235

Such is the true account concerning the divine, O Greeks and barbarians — Chaldeans and Assyrians, Egyptians and Libyans, Indians and Ethiopians, Celts and the Latin captains, and all who dwell in Europe, Asia, and Libya — to whom I become a counselor as a disciple of the Word who loves humankind.

Greek

Τοιοῦτος ὁ περὶ τὸ θεῖον ἀληθὴς λόγος, ὦ ἄνθρωποι Ἕλληνές τε καὶ βάρβαροι, Χαλδαῖοί τε καὶ Ἀσσύριοι, Αἰγύπτιοί τε καὶ Λίβυες, Ἰνδοί τε καὶ Αἰθίοπες, Κελτοί τε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντες τε οἱ τὴν Εὐρώπην Ἀσίαν τε καὶ Λιβύην κατοικοῦντες, οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου λόγου ὑπάρχων μαθητὴς καὶ φιλάνθρωπος, ὅπως προσδραμόντες διδαχθῆτε παρ᾿ ἡμῶν, τίς ὁ ὄντως θεὸς καὶ ἡ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων, μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ᾿ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι᾿ ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλὴν καὶ ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον, ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθέν, καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ ταρταρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ, καὶ σκώληκα σώματος ἀπουσίαν ἐπιστρεφόμενον, ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστρέφων. Καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτ ον ἅμα ψυχῇ, [καὶ] βασιλείαν οὐρανῶν ἀπολήψῃ, ὁ ἐν γῇ βιοὺς καὶ ἐπουράνιον βασιλέα ἐπιγνούς, ἔσῃ δὲ ὁμιλητὴς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις ἢ πάθεσι καὶ νόσοις δουλούμενος. Γέγονας γὰρ θεός· ὅσα γὰρ ὑπέμεινας πάθη ἄνθρωπος ὤν, ταῦτα ἐδίδου, ὅτι ἄνθρωπος εἷς, ὅσα δὲ παρακολουθεῖ θεῷ, ταῦτα παρέχειν ἐπήγγελται θεός, ὅτι ἐθεοποιήθης, ἀθάνατος γεννηθείς. Τουτέστι τὸ Γνῶθι σεαυτόν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν. Τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ᾿ αὐτοῦ. Μὴ φιλεχθρήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ τὸ παλινδρομεῖν διστάσητε· Χριστὸς γάρ ἐστιν ὁ κατὰ πάντων θεός, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ᾿ ἀρχῆς, διὰ τύπου τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν, οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητής, ἔσῃ ὅμοιος ὑπ᾿ αὐτοῦ τιμηθείς. Οὐ γὰρ πτωχεύει θεὸς καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτοῦ.

← One God the Creator